Ancient Greek
364.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 364.2
Unproofread scanNot analysed yet
414. Ὅτι Ἀρκαδες περὶ μέσην τὴν Πελοπόννησον κοίλην γῶνα νομίζουσιν ὑπὸ τὸ ὄρος τὸ Ἐρυμάνθον, ἐν ᾧ πᾶτροι πολλοί, ὧν καὶ ὁ Ἐρυμανθῖος κάπρος, ὧν ἔκτανεν Ἡρακλῆς· ἔνθα Μέλας καὶ Κραθὶς καὶ Λαδὼν ῥέουσι. Ἔστι δὲ καὶ Σικελικὸς ποταμὸς Κραθὶς, καὶ περὶ Σῦβαριν δέ, ὡς προγέγραπται, ἤτοι περὶ τὸ Θούριον, ὃς ξανθίζει τοὺς λουομένους. Ἱστέον δὲ ὅτι καὶ Μέλας ποταμὸς οὐ μόνος οὗτός ἐστιν, ἀλλὰ καὶ Θρακικὸς, ἐξ οὗ Μέλας κόλπος ὀνομάζεται ὁ περὶ τὴν Αἴνον, καὶ Ἀσιανὸς δὲ ποταμὸς Μέλας ἐστὶ, καὶ περὶ τὴν Τραχῖνα δέ, ὡς Ἡρόδοτος ἱστορεῖ. Τοὺς δὲ Ἀρκάδας Διονύσιος μὲν Ἀπιδανᾶς καλεῖ, οἱ νεώτεροι δὲ Ἀπίδονας κατὰ τὸν Γεωγράφοι, ἀπὸ τινος Ἀπίδος, οὗ ἡ γενικὴ καὶ Ἀπεως, ὡς ὅρις ὧρεως, Ἀμαστρις Ἀμαστρεως, Ζάμολις Ζαμολέως. Οἱ δὲ φασιν τὴν Ἀπὶ τὸν Φορωνέως ἐκ τῆς Ἡπείρου ἐλθόν ἀπηλλάξε τὴν Πελοπόννησον δρεων ὀχλουτόν, καὶ ὤχησε περὶ Ἀρχαδίαν, ἀφ’ οὗ καὶ ἡ Πελοπόννησος ὀλὴ Ἀπία ἐκλήθη ποτέ· καὶ δι’ αὐτὸν Ἀπιδανᾶς ἐξαιρέτως οἱ Ἀρκαδες, παρ’ οἷς ὁ Ἀπὶς ὤχησεν, ὃν καὶ Αἰσχύλος μέμνηται εἰπών· Ἀπὶς γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας. »Καὶ ὡς δυνάσθαι διὰ τοῦτο καὶ αὐτὴν πολυδίψιον λέγεσθαι. Ὅθεν καὶ Ἀζανὶς ἐκαλεῖτο διὰ τὴν ἀζην, ὅ ἐστι διὰ τὴν ἑηρασίαν, καὶ Ἄζους οἱ Ἀζανες αὐτοῖ μέχρι καὶ νῦν οὕτω λέγονται. Ἱστορεῖ δὲ ὅτι ἀπὸ Ἀρκαδὸς ὀνόμασται ἡ Ἀρκαδία, υἱοῦ Διὸς καὶ Θημιστούς, καὶ ὅτι καὶ Πελασγία ποτὲ ἐκλήθη καὶ Παρρασία καὶ Λυκαονία καὶ Γιγαντὶς καὶ Ἀζανία. Ὅτι δὲ καὶ προσέληνοι λέγονται οἱ Ἀρκαδες διὰ τὴν πᾶν τοῦ ἔθνους ἀρχαιότητα, ὁ Λυκόφρων ἱστορεῖ.