Ancient Greek
365.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 365.1
Unproofread scanNot analysed yet
419. Ὅτι τὸ Ἄργος μὲν εἰς ἀνατολὴν ὀρᾷ τῆς Πελοποννήσου, πρὸς δὲ τὴν Λακεδαίμονα. Ἑκατόμ-πολις δὲ ἡ Λακωνικὴ τὸ παλαιόν, καθά καὶ ἡ Κρήτη, λέγεται. Διὸ καὶ τὰ Ἑκατόμβαια ἐκὰ ἑκάστῳ ἐπὶ σω-τηρίᾳ τῶν τοσούτων πόλεων. Μία δὲ τῶν ἑκατὸν αἱ Ἀμύκλαι, ἃς ἐκτίσεν υἱὸς Λακεδαίμονος ὁ Ἀμύκλας. Ἱστέον δὲ ὅτι τὸ Ἄργος τοῦτο προεῖχέ ποτε τῶν ἐν τῇ Ἑλλάδι χώρᾳ πόλεων, καὶ μάλιστα διὰ τὴν ἀνδρίαν τῶν ἐν αὐτῇ. Κατὰ δὲ τὸν Ἡρόδοτον ἠκούσαν ποτε καὶ μουσικοὶ εἶναι πρῶτοι Ἑλλήνων. Κάκεινο δὲ χρή εἰδέναι, ὅτι οὐχ ἕν Ἄργος ἐστίν, ἀλλὰ διάφορα. τὸ τε κατὰ τὴν Πελοπόννησον, ὅπερ ὁ Σοφοκλῆς καὶ Ἄργος Δωρικὸν λέγει καὶ Ἀπλιαν γῆν· ἐκλήθη δὲ τὸ αὐτὸ καὶ Φορωνικὸν ἀπὸ ποτὲ ἀπὸ Φορωνέως, ὀνομασάτη δὲ καὶ Αἰγιαλεία ἐκ τινὸς Αἰγιαλέως, καὶ Ἱππόδοτον, ναὶ μὴν καὶ Ἴασον ἀπὸ Ἴασον τινὸς, καὶ δίψων διὰ τὸ μὴ πολὺ ὕδωρ εἶναι· ἐλέγετο δὲ, φασί, καὶ Θηττα-λικὸν Ἄργος ἢ νῦν Ἀδρίσσα, καὶ Ἀμυλικὸν δὲ ἄλλο, καὶ ἀπλῶς εἴπειν εἰς ἕνδεκα τόπους ὁ παλαιὸς τὸ Ἄργος μετροῦσι, λέγοντες καὶ ὅτι πᾶν σχεδὸν πεδίον παραθαλάσσιον Ἄργος ἐλέγετο. Ὁ δὲ Γεωγράφος φησὶν ὅτι οἱ νεώτεροι καὶ μάλιστα Μακεδόνες καὶ Θητταλοὶ ἄργος τὸ πεδίον φασί. Καὶ ἡ δὴ δὲ Πελοποννησίου Ἄργος ἀπὸ τοῦ πολυοφθαλμοῦ Ἄργου ἐκλήθη ποτέ. Ὁ δὲ Γεωγράφος οὕτω καὶ περὶ τούτου φησίν· Ἀχαϊ-κὸν Ἄργος ἐκλήθη ἢ τε δὴ Πελοπόννησος καὶ Ἰδίως ἡ Λακωνική. Τὸ γοῦν παρὰ τῷ Ποιητῇ περὶ τοῦ Με-νελάου λαχθέν, ἢ οὐχ Ἄργεος ἢν Ἀχαϊκοῦ,· ἀντὶ τοῦ οὐχ ἢν ἐν τῇ Λακωνικῇ. Ἐντεῦθεν δὲ καὶ ἡ Ἑλλὴν Ἄργεια λέγεται. Πρωτὸν δὲ λέγει κληθῆναι ποτὲ τὴν Πελοπόννησον Ἄργος Ἴασον καὶ Ἀχαϊκὸν καὶ Ἱππιον, καὶ Ἱππόδοτον. Τὸ δὲ τοῦ Ἄργους ἐθνικὸν οὐ μόνον Ἄργειος, ὡς φασιν οἱ παλαιοί, ἀλλὰ καὶ Ἀργέλας, καὶ ἡ χώρα Ἀργολίς. Ἐλέγετο δὲ καὶ τι Ἄργος ἰδίως οὕτως Ἀργολικόν.