Ancient Greek
368.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 368.2
Unproofread scanNot analysed yet
“Ὅτι ἐγγὺς τῶν Βοιωτῶν οἱ Ἐπικνημιδίοι Λοκροί, 10 ἀπὸ Κνημιδος ὄρους τὴν κλῆσιν ἔχοντες, ὡς ἀπὸ Ζεφυρίου ὄρους ἕτεροι Λοκροὶ οἱ Ζεφυρίοι. Ἱστορεῖ γὰρ ὁ Γεωγράφος ὅτι ὁ Παρνασὸς πρὸς δύσιν αὐτοῦ διαῖρεῖ τοὺς Ἐσπερίους Λοκροὺς τοὺς καὶ Ὀζόλας καλουμένους, οἱ χαράσσουσιν ἐν σφραγίδι τὸν ἕσπερον ἀστέρα, 15 ἐπὶ δὲ ἕως τοὺς Ἐπικνημιδίοις, οὕτω καλουμένους ἀπὸ ὄρους Κνημιδος, κειμένου περὶ τὸ ὄρος τὴν Οἴτην. Τῶν δ᾿ Ἐπικνημιδίων μέρος ἔχεινους τοὺς Ὀπουντίους φησιν, οὕτω λεγομένους ἀπὸ πόλεως Ὀποῦντος τῆς τοῦ Πατρόκλου πατρίδος, ἣν σεμνολογεῖ ὁ Πίνδαρος· ὥστε 20 συνακτῶν τεσσάρων Λοκρῶν εἶναι γένος, τρία μὲν ταῦτα τοὺς Ὀπουντίους καὶ τοὺς Ἐπικνημιδίοις καὶ τοὺς Ὀζόλας, τέταρτον δὲ τοὺς Ἰταλικούς· ἤτοι τοὺς Ἐπιζεφυρίους. Οἱ δὲ Ὀζόλαι ἀπὸ τῆς σπηπέδονος, φασίν, ἐκλήθησαν τῶν ἐκεῖ ἀναιρεθέντων Κενταύρων· 25 εὑρίσται γὰρ παρ᾿ αὐτοῖς Νέσσου τε μνῆμα καὶ ἄλλων Κενταύρων.