Ancient Greek
369.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 369.1
Unproofread scanNot analysed yet
428. Ὅτι δ Ἀἴμος, ὃς καὶ οὐδετέρως τὸ Αἴμον λέγεται ἀπὸ τινὸς βασιλέως Σκυθῶν, Θρακίων ἐστὶν ὄρος. Φησὶ γὰρ «κορυφαὶ χιονώδεις Αἴμου Θρηκίου. »Τοῦτου πρὸς ζέφυρον Δωδῶνη κεῖται, ἥπειρος δ ἀπειρίτος. Καὶ δρὰ σχῆμα ἐτυμολογίας ἢ παρηγορίασως ἐν τῷ «ἥπειρος ἀπειρίτος. »Τοιούτων καὶ τὸ «ἐν ἐκείναις ἤπειροις εἰς πόντος ἀπειρίτος. »Ἱστέον δὲ ὅτι Δωδῶνη οὐ μόνον ἡ χώρα, ἀλλὰ καὶ πόλις ἦν Δωδῶνη, ἀπὸ Δωδῶνης τῆς Διὸς καὶ Εὐρώπης, ἥ ἐκ ποταμοῦ Δωδωνοῦς. Ἐλέγετο δὲ καὶ Δωδῶν συλλαβῶς. Ἀπ’ αὐτῆς καὶ τὸ Δωδωναῖον χαλκεῖον ἐπὶ τῶν πολυλόγων. Ἐγένετο δὲ ποτε Θεσπρωτὶς ἡ Δωδῶνη, τούτ’ ἐστὶν ὑπὸ τοὺς Θεσπρωτούς, περὶ ἣν καὶ τὸ τοῦ Δωδωναίου Διὸς μαντεῖον διὰ τῆς δρυὸς, ὡς καὶ ἐν Ὀδυσσείᾳ εἴρηται.