Ancient Greek
374.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 374.1
Unproofread scanNot analysed yet
rei, σφενδόνας ἂνὰ τρεῖς ἔχοντες ἐν τῇ κεφαλῇ. Διὸ καὶ Βαλιαριεῖς λέγονται, ὅ ἐστι σφενδονῆται, κατὰ τὴν ἐγχώριον γλῶσσαν. Ἐπὰ δὲ εἰπόντων τινῶν εἶναι τὰς Γυμνησίας νήσους, ὁ Γεωγράφος δύο αὐτὰς ἱστορεῖ, ὧν ἡ μὲν, φησί, μεῖζων, ἡ δὲ ἐλάττων, εὐδαίμονες ἀμφω καὶ εὐλίμενοι μὲν, χοιραδώδεις δέ, ἤτοι πετρώδεις καὶ τραχεῖαι, κατὰ τὰ στόματα τῶν λιμένων. Οἱ δὲ ἐν αὐταῖς ἄνθρωποι πρῶτοι πλατυσημοὺς χιτῶνας ἐφεύρον. Λέγεται· δὲ καὶ ὅτι εἰς τούτους κομισθέντες πέραν ἰοποδεν δύο λαγιδεῖς, ἄρρην καὶ θηλεία, οὕτως εἰς ἐπιγονὴν πολλὴν ἠυξήθησαν, ὥστε καὶ οἴκους ἀνατρέπεν ἐξ ὑπονομῆς καὶ δένδρα. Ὦθεν καὶ ἠγαγάσθησαν οἱ ἐκεῖ πρεσβεύσαι εἰς Ῥωμαίους διὰ χώρας αἰτήσιν. Εἰσι δὲ γεφυροὶ καὶ μικροφόγοι οἱ λαγιδεῖς, οὓς καὶ λεβριδας ἐκάλεον τινές.