Ancient Greek
374.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 374.3
Unproofread scanNot analysed yet
Ὅτι ἐν τῷ Αἰγυπτίῳ πελάγει μέγισταί εἰσι νῆσοι μετὰ Σικελίας ἡ Σαρδὼ καὶ ἡ Κύρνος· διὸ καὶ ὁ Διονυσῖος εὐρυτάταν καλεῖ τὴν Σαρδὼ. Ἱστοροῦνται δὲ πολυχρονιώτατοι εἶναι οἱ Κύρνιοι. Τὴν δὲ Κύρνον καὶ Κοραϊκαν, φησί, καλοῦσιν, ἢ κατὰ τινα ἀντιγράφων Κορσικάν. Καὶ ὡς μὲν ἄλλοι φασι, Κορσὶς καλεῖται ἀπὸ Κόρσης γυναικός. Λέγεται γὰρ ὅτι νῆσος ἐν τῷ Τυρσηνικῷ πελάγει Κορσὶς ἀπὸ Κόρσης δούλης βουκολλου. Ὡς δὲ ὁ Διονύσιος βούλεται, Κορσὶς λέγεται, διὰ τὰς ἐν αὐτῇ κόρας, ὅ ἐστι χορυφαὶ τῶν ὀρέων. Ἔστι γὰρ τῇ ὀλῃ, φησίν, ἀμφιλαφής, ὅ ἐστι δασεία, οὕτως τόσον ὅσον ἐκεῖνη. Ἀμφιλαφὲς δὲ κυρίως ἐστὶ τὸ δασύ, οὗ ἔστιν ἀφορθεῖσθαι λαβίσθαι, τραπέντος τοῦ β εἰς φ, Μακεδόνων ἤτοι, οἱ καὶ τὸν Φιλίππον Βλίππτον φασι. Τοιούτου δέ τί καὶ τὸ σοφὸς ἐκ τοῦ σέβω, καὶ τὸ στρεβλὸς ἀπὸ τοῦ στρέφω. Ἵστέον δὲ ὅτι οὐ μόνον ἐπὶ δασύτητος λέγεται τὸ ἀμφιλαφές, ἀλλὰ καὶ ἁπλῶς ἐπὶ πλήθους ἢ πυκνότητος, ὡς δηλοῖ οἱ εἰπόν βροντὰς ἀμφιλαφεῖς καὶ ἐλέφαντας περὶ τινα τόπον ἀμφιλαφεῖς. Καὶ τοῦτο μὲν τοιούτον. Ἡ δὲ Σαρδὼ, καθὼς καὶ ἐν ἄλλοις προεγράφη, ἐκφέρεται καὶ διὰ τοῦ ν Σαρδών. Φησὶ γοῦν ὁ Γεωγράφος· «δείξει Σαρδόνων ἡ Κύρνος, ἢ καὶ Κοραϊκα ὑπὸ Ῥωμαίων λεγομένη, σταδίων ξ'. Τραχεῖα δέ ἐστι, φησί, καὶ οἰκεῖται φαῦλως. Καὶ οἱ