Ancient Greek
377.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 377.2
Unproofread scanNot analysed yet
Θρινάκᾳ νῆσος, τὴν ἔκτισε Τρίναχος ἥρως, υἱὸς ποντομέδου Ποσειδῶνος ἄνακτος. 472. Ὅτι πρὸς βορέαν τῆς Σικελίας ὀλεθρία τοῖς ναυσὶ καλεῦδος, στενὴ τε σκολιὰ τε καὶ δεινός· ὅπου ἡ θάλασσα, φησί, συρομένη κατὰ πάθος Εὐρίπου μακραῖς περιβρέμεται σπιλάδεσιν, ἤτοι παραθαλασσίαις πέτραις. Ἐκφράζει δὲ τὸν Σικελικὸν ἐν τοῖς ἐπεσι τούτοις πορθμὸν· ἔνθα καὶ τὴς Χαρύβδιος ὁ Ὀμηρικὸς μῦθος λέγει γίνεσθαι πάθος καὶ τῆς Σκύλλης κακόν. Ἔστι δὲ ροώδης καὶ ὀξὺς ὁ πορθμός, καὶ αὐτὸς μὲν δις ἐκάστης ἡμέρας μεταβάλλει, ἐκτάκτως δὲ τὸ δλον νυχθήμερον ὁ περὶ Εὐβοίαν Εὐρίπος. Περὶ δὲ φασὶ διατρίψαντα τὸν Ἀριστοτέλη καταλύσαι τὸν βίον· ὅπου καὶ ἡ Εὐβοϊκὴ Ἀρέθουσα, ἐπὶ δὲ καὶ ἡ Χαλκίς, ἀφ᾽ ἧς καὶ ὁ Εὐβοϊκὸς Εὐρίπος Χαλκιδικὸς λέγεται. Ταύτης δὲ τῆς Χαλκίδος οἱ πολῖται ἄνδρειοι ἰσχύονται, περὶ ὧν χρησμὸς τοιούτος ἐξέπεσεν·