Ancient Greek
385.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 385.3
Unproofread scanNot analysed yet
Καὶ ταῦτα μὲν περὶ Αἰγίνης. Ἡ δὲ Σαλαμίς ἐξο-δομήκοντα σταδίων ἔχει περίμετρον ἢ ἐγδομήκοντα. Ἐκαλεῖτο δὲ ποτε Κυκρέα, ἀπὸ τινὸς Κυκρέως, οὗ καὶ Λυκόφρων καὶ Ἀρριανὸς μέμνηνται, ὃς ὅρις μὲν ἐπεκλήθη διὰ τραχύτητα τρόπου, ἀπηλλάγη δὲ τῆς νήσου ὑπὸ Εὐρύλοχου. Ὀνόμασται δὲ ἡ νῆσος αὕτη καὶ Σκιρὰς ἀπὸ τινὸς ἥρωος ἀφ' οὗ καὶ Σκιρὰς Ἄθηναι παρ' Ἀθηναίοις, καὶ ὁ μὲν ὁ Σκιροφορίων, καὶ Σκίρα τόπος ἐν Ἀττικῇ. Ἔχει δὲ καὶ ποταμὸν Βούχαρον λεγόμενον, ὡς καὶ Λυκόφρων ἱστορεῖ, ὡς ἂν εἴποι τις Βουχέραλον· καθὰ καὶ πηγὴ τις παρὰ Θεο-κρίτῳ Βούρινα Ἰταλική, βοὸς ῥινὶ παρανομαζομένη. Ὅτι δὲ περὶ Σαλαμίνα κατεναυμαχήθη ὁ Ξέρξης, καὶ ὅτι ναυτικὸν ἀξιόλογον ἔχεν ἡ νῆσος ποτε, οὐδεὶς τῶν περὶ λόγους ἠγνόησε. Τὸν δὲ περὶ Σαλαμίνα πορθμὸν διαστάδιον εἶναι φασιν, ὃν ἐπειρῶτο μὲν ὁ Ξέρξης καταχῦσαι καὶ οὕτως ἀπογεράσθαι, ἀπεναν-τίας τι ποιῶν τοῖς περὶ τὸν Ἄθων νεανειούσιν, ὃν τὸν αὐχένα διορύξας ἀπεθαλάσσωσεν, ἐκωλύθη δὲ φυγῶν.