Ancient Greek
387.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 387.2
Unproofread scanNot analysed yet
520. Ὅρα δὲ ὅτι φιλοτιμώτερον ἐνταῦθα ὁ ποιητὴς ἀγλαϊζόμενος ἐπ’ ἑκάστῃ τῶν νήσων ἐπιθέτω χρήται, καὶ τὴν μὲν Μάκριν, ὅ ἐστι τὴν Εὐβοίαν, Ἀβαντιάδα λέγει, ἀπὸ τοῦ ἐν αὐτῇ ἔθνους τῶν Ἀβάντων, Ὀρφυλίου ἔθνους, ὡς φησιν Ἀρριανός, κληθέντος οὕτως ἀπὸ τινὸς Ἀργείου υἱοῦ Ποσειδῶνος Ἀβαντος. Τούτους δ’ Ὅμηρος κομᾶν τε τὰ ὀπισθὲν φησι τῷ Ὀρφύλῳ νόμῳ καὶ μεγάλους θύμους ὀνομάζει. Τὴν δὲ Σκύρον ὁ Διονύσιος ἀνθεμόσσαν καλεῖ, τὴν Πεπάρηθον αἰπεινήν, τὴν Λῆμνον κραναδὸν πέδον Ἥφαιστοῦ, ἀκολούθως Ὀμήρῳ, διὰ τοὺς ἐκεῖ ποτε τοῦ πυρὸς κρατήσας. Διὸ καὶ πάλαι περὶ αὐτὴν δύο ὁδοὶ, ἡ μία Ἥφαιστία ἐλέγετο. Λέγονται δὲ καὶ ταύτην Πελασγοὶ ποτε οἰκῆσαι, οἱ ἐκ τῆς Ἀττικῆς ὑπὸ Ἀθηναίων ἐξελαθέντες ὡς ἀδίκοι καὶ ἀρπαγες. Τὴν δὲ Θάσον ἀγυίην λέγει καὶ Δῆμητρος διὰ τὴν εὐδαίμον τῆς νήσου καὶ εὐχάρονον· ὅπου καὶ εἰς παροιμίαν ἦλθεν τὸ Θάσος ἀγαθῶν, ὡς εἴ τις εἴποι δάσος. Καίτοι τινὲς Δάσος ἀγαθῶν τὴν τοιαύτην παροιμίαν γράφουσι, περὶ ἧς πρὸ ὀλίγου γέγραπται. Ὅρα δὲ ἀντιῦθα καὶ ὅπως τῶν ἄλλων ποιητῶν τὸ Δῆμητρος ἀκτὴ λαμβανόντων ἀντὶ τοῦ δωρεά, οὗτος ἀντὶ τοῦ τόπος καὶ τέμενος ἔλαβεν.