Ancient Greek
388.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 388.3
Unproofread scanNot analysed yet
522. Ἡ δὲ Ἴμβρος Θρακική μὲν ἐστὶ νῆσος, ἱερὰ Καβειρίων καὶ αὕτη· ὄνομα δὲ δαιμόνων οἱ Κάβειροι. Ἐτίματό δὲ αὐτοὺς καὶ Ἔρμις, ὃν Ἴμβραχον λέγουσιν οἱ Κάρες, ὡς ἐν τοῖς Ἑθνικοῖς ἀναγράφεται· ὅθεν καὶ τάχα καὶ Ἴμβρος ἡ νῆσος παρωνομάζεται. Ἡ δὲ Θρακία Σάμος λέγεται μὲν καὶ Σαμοδράχη συνθέτως, καλεῖται δὲ οὕτως πρὸς διαστολὴν τῆς ἑτέρας Σάμου τῆς Ἰωνικῆς. Μέγαντα δὲ ταύτης· Ὀμηρος. Ἔλεγτο δὲ ποτὲ Δαρδανία διὰ τὸν Δάρδανον, ὃς ἐν τῷ κατακλυσμῷ διεπορθμεύθη ἐκεῖθεν εἰς τοὺς Τρωικοὺς τόπους. Ἐπιθήσεται δὲ περὶ τῆς Σάμου ταύτης καὶ κατωτέρω. Καὶ τοιαύτας μὲν, ὡς εἴρηται, τὰ τῶν τοιούτων νήσων ἐπίθετα. Τὴν δὲ Σάμον τὴν Θρακιχὴν Κυρβάτιον ἤτοι Κορυβάτιον ἄστι λέγει, διὰ τὰ ἐκεῖ Κορυβάντων ἤτοι Κυρβάντων μυστήρια, ὧν καὶ Λυσίχρονος μέμνηται· ἀφ’ ὧν καὶ κορυθαιτίδων τε μετὰ ἐκστάσεως ἐνθουσιᾶν.