Ancient Greek
393.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 393.1
Unproofread scanNot analysed yet
διὰ Συλοσῶντα τὸν τύραννον, ἀρχαντα πικρῶς. Ὦθεν καὶ παροιμία, ἔκπτι Συλοσῶντος εὐρυχωρία. Ὁ μέντοι τοῦ Συλοσῶντος ἀδελφὸς Πολυκράτης οὐ φαῦλως ἐτυράννησε· γενόμενος δὲ εὐτυχέστατος, ὑστερον ἐκρεμάσθη ὑπὸ Περσῶν. Οὗτος ἦν ὁ τὸν δακτύλιον ῥίψας εἰς θάλασσαν, δι’ αὐθὶς διὰ τοῦ καταντίονος ἰχθὺς ἀπέλαβε. Περί δὲ οἴνους, ὡς λέγεται, οὐ πάνυ εὐτυχὴς ἦν, ὀνομάσθη δὲ ποτε καὶ Μελαμφύλλος καὶ Ἀνθεμὶς καὶ Παρθενία δι’ ἀπὸ ποταμοῦ Παρθενίου. Ἐν ταύτῃ τῇ Σάμῳ καὶ ὄρος ὑψηλὸν λέγεται εἰς πεντήκοντα καὶ ἑκατὸν ὀργυιάς, οὗ κάτωθεν ὄρυγμα, ὡς φησὶν Ἡρόδοτος, πολυστάδιον, δι’ οὗ ὕδωρ ὀχευούμενον διὰ σωλήνων παρεγίνετο εἰς τὴν πόλιν ἀπὸ μεγάλων πηγῶν, οὗ ἀρχιτέκτων Εὐπαλίνος ὁ Μεγαρεύς. Ἦν δέ, φησίν, αὐτῷ καὶ ναὸς μέγιστος, οὗ ἀρχιτέκτων Ῥοῖκος, ἀνὴρ ἐπινώριος. Ταύτης ἡ πόλις Σάμιος· ὁ μέντοι πᾶς ἐν Κεφαλληνίᾳ Σάμους πολίτης Σαμαῖος, διότι ἐκεῖνί καὶ Σάμη λέγεται, καθὰ καὶ παρ’ Ὁμήρῳ εὑρίσκεται. Ἱστέον δὲ ὅτι Ἰωνικὴν τὴν ῥηθεῖσαν Σάμους φαμέν, ὡς ἂν ἀντιδιαστελλοίτο τῇ τε Ὀμπρικῇ Κεφαλληνίῃ Σάμῳ καὶ τῇ προειρημένῃ εἰς Θρακίαν Σάμῳ, τῇ οὕτω κληθείσῃ διὰ τὸ ὕψος· σάμιοι γάρ, φασί, τὰ ὑψη. Ὅτι δὲ εἰς πολὺ ἐξήρετο ὕψος, ὅτλον ἐκ τοῦ καὶ τὸν Ποιητὴν εἰπεῖν, ἂς αὐτὴς τὴν τε Ἰδὴν φαίνεσθαι πᾶσαν καὶ τὰ κατὰ τὴν Τροίαν. Οἱ δὲ φασὶν ὅτι Σάμος λέγεται ἡ Θρακία, οἷον Σάος τις, καὶ κατὰ πλεονασμὸν τοῦ μ Σάμος, ἀπὸ Σαίων, ἔθνους παλαιοῦ οἰκήσαντος αὐτήν, οὗ μέμνηται καὶ Ἀρχίλοχος, διμολογὸν ἄρξαντος τὴν αὐτοῦ ἀσπίδα ἐν φυγῇ πολέμου βίμαι παρ’ αὐτοῖς. Καὶ ἡ Χίος δὲ τῶν Ἰωνίων ἐστὶ νῆσος, ἔχουσα πόλιν εὐλίμενον, ὡς ὁ Γεωγράφος φησι, καὶ ναυστάθιον π’ ναυσί, καὶ ἄλλος φοινικῶν· ἦς δὲ περίπλους σταδίων ἑνεκακοσίων. Ταύτης οἰκισταὶ Πελασγοί. Ἐνταῦθα ὄρος τὸ Πελινναῖον. Ἱστορεῖται δὲ ἐν Χίῳ πρῶτον μέλανα οἶνον γενέσθαι, καὶ πρῶτους τοὺς ἐκεῖ θεράποντας γράφσθαι, οὕτω καλούμενος κατὰ ἰδίαν τινὰ κλῆσιν δουλευτικήν· ἡ δουλικήν· ὡς καὶ οἱ Λακεδαιμόνιοι ἐχρήσαντο ποτε Ἑλώταις, καὶ Μακεδόνες Πενέταις, καὶ Ἀργεῖοι Γυμνησίοις, καὶ Συκωνίοι Κορυνηφόροις, καὶ Κρῆτες Μνωῖταις, καὶ Ἰταλιώται Πελασγοίς. Ὥστε κατὰ τὴν ἱστορίαν ταύτην δουλικὰ παρὰ τοῖς παλαιοῖς ὀνόματα εἶναι τοὺς Ἑλώτας, τοὺς Πενέτας, τοὺς Γυμνησίους, τοὺς Κορυνηφόρους, τοὺς Μνωῖτας, τοὺς Πελασγούς, τοὺς θεράποντας. Ἄλλοι δὲ Κρητικὴν λέξιν τῶν θεραπόντων εἶπον εἶναι, ὡς τῶν Κρητῶν τὸν ὀπλοφόρον δοῦλον λεγόντων θεράποντα.