Ancient Greek
396.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 396.1
Unproofread scanNot analysed yet
λεως οἰκισμῷ, ἡ γυνὴ τῆς τε πόλεως ἐγκρατὴς ἐγένετο, καὶ τὸ ἑαυτῆς ὄνομα τῇ πόλει ἐπέθετο. »Τὸ δὲ στόμα τῆς Μαωτίδος Κιμμεριχὸς λέγεται Βόσπορος, περὶ οὗ προεγράφη, ἔνθα τὸ τοῦ πορθμοῦ στενότατον στάδι- 5 α κ'. Πολεμισταὶ δὲ εἰσιν οἱ περὶ τὴν Μαωτίν, καὶ γεωργοί, καὶ μετὰ γε τὸ Σκυθῶν ἔθνος πάντων ἀλκιμώτατοι· καὶ ἀπ' αὐτῶν ἡ κλῆσις ἐστι τῇ Μαωτίδι, καθά τινες λέγουσι. Φασὶ δὲ καὶ πάντας τοὺς ἐφεξῆς αὐτοὺς Σκύθας πάλαι ποτὲ σιτοφάγους εἶναι καὶ ἀροτή- 10 ρας, μεταβαλόντας δὲ γενέσθαι νομάδας, ἀλλοκότους τε καὶ ἀπόλιδας, διὰ τὴν ἐν τοῖς μετὰ ταῦτα βηθησομένην αἰτίαν.