Ancient Greek
398.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 398.2
Unproofread scanNot analysed yet
566. Ὅτι πρὸς βορρᾶν, ἄνθ᾿ Ἡνὸς ὑδαστίαν εἰς ὠκεανὸν ἐκπεύγεται δίνη, αἱ Βρετανίδες εἰσὶ δύο νῆσοι, Ἰουερνία καὶ Ἀλουίων, ἥτοι Ἰβερνία καὶ Ἀλβίων, Βρετανίδες δι’ ἕνος τ παρὰ τούτῳ τῷ ποιητῇ γραφομένας ὡν μέγεθος περιώσιον, ὅπερ καὶ ἐπὶ τῆς Κρήτης εἶπεν, οὐδὲ τις ἄλλη νῆσος ἐν πάσαις ἰσοφαρίζει, ὅ ἐστιν ἴξισοῦσαι αὐτάς· καὶ τὸ ἴσον φέρεται αἱς καὶ συγχρίνον τὰς ἐκεῖ νήσους τῶν Ἀμνιτῶν νησίδας ἐν ὑποκορισμῷ καλεῖ. Ἐνθα, φησίν, αἱ γυναῖκες τῶν ἀγαυῶν Ἀμνιτῶν ἀντιπέραθεν ἐρχόμεναι τελοῦσιν ἱερὰ τῷ Βάχῳ κατὰ νόμον ἐνύχῳ, στεφάμεναι κισσῷ μελαμφύλλου κορύμβους· παταγὴς δὲ λιγύρροος δρνωνται ἡχή. Λέγει δὲ κισσὸν μελάμφυλλον τὸν δασύν, ὡς μελανιάν τοῖς φύλλοις παρέχοντα. Οὕτω δὲ καὶ ἐν τῷ «μέλαν δρυὸς ἀμφιχεσάσας» παρ’ Ὁμήρῳ δρυὸς μέλαν τινὰ εἶπον τὴν τῶν φύλλων περιττότητα καὶ τὴν πυκνότητα, ἀφ’ ἧς τὸ τῆς σκιᾶς μέλαν γίνεται, ὡς καὶ πρὸ τούτων γέγραπται. Κόρυμβοι δὲ νῦν οἱ βοτρυώδεις λέγονται καρποὶ τοῦ κισσοῦ. Ὅτι δὲ καὶ ἐπὶ ἑχοχὴς δρεινὴς ἡ λέξις κεῖται, ὅλῳν. Φησὶ γὰρ Ἡρόδοτος «οἱ μὲν ἐφυγον ἐπὶ τοῦ δροῦς τὸν κόρυμβον. »Τὸ δὲ παταγὴ κοινώτερον μὲν δέυνεται, ὡς τὸ ἀλαλαγή, ὁ δὲ Ἡρωδιανὸς βαρύνει αὐτό, λέγων ὅτι οὐχ ἐκ τοῦ πατάσσω γίνεται, ἀλλ’ὧντο γὰρ ἐν ὡς τὸ ἀλαλαγή, ἀλλ’ ἀπὸ τοῦ πάταγος, ὃ τὸ θηλυκὸν φησιν ἡ παταγή. Καὶ ταῦτα μέν τοιαῦτα. Φασὶ δὲ νῆσον ὠκεανίαν εἶναι μικράν, οὐ πᾶν πελαγίαν, ἣν οἰκοῦσι γυναῖκες Ἀμνιτῶν Διονύσῳ κατεχόμεναι. Οὐχ ἐπιβαίνει δὲ ἀνὴρ τῆς νήσου, ἀλλ’ αὐταὶ πλέουσι πρὸς τοὺς ἄνδρας, καὶ κοινωνοῦσαι αὐτοῖς ἐπανέρχονται. Εἶτα συγχρίνον ῥητορικῶς ταῦτα τὰ ἱερὰ πρὸς ἄλλα δυοῖά φησιν, οὐχ οὕτως οἱ Ἀψινθίοι Θρᾷκες, οὐδ’ οὕτως οἱ Ἰνδοὶ μελανδίνην ἀνὰ ποταμὸν Γάγγην κῶμον, ἤγουσι κομαστικὴν ἑορτὴν ἀγούσι τῷ Διονύσῳ, ὡς αἱ νησιωτίδες αὐταὶ γυναῖκες ἀνευάζουσι, τοιούτοις ὁμοιον τὸν Εὐίων Διονύσον, εὐοὶ εὐᾶν ἀνακράζουσαι, ταῦτα δὲ τὰ ἐπὶ Διονύσῳ ἐνθουσιαστικὰ ἐπιρρήματα. Λόγος γὰρ τὰς τῶν Ἀμνιτῶν γυναῖκας δι’ ὅλης νυκτὸς