Ancient Greek
400.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 400.3
Unproofread scanNot analysed yet
Ὅτι μετὰ τὰς Βρεττανίδας πολὺ πρὸς τὰ βόρεια ἡ Θουλή νῆσος, ἥς πολὺς ὁ ἔκτοπισμός· ἀρχαιωτάτη γὰρ τῶν ὀνομαζομένων τίθεται. Ἔνθα, φησίν, ἡματα ὁμοῦ καὶ νύκτας ἀειφανὲς ἐκκέχυται πῦρ, ὁπηνίκα ἥλιος βεβήκῃ ἐς πόλον ἄρκτων, ἐν καρκίνῳ γεγόμενος. Ἄλλὰ τοῦτο μὲν ὑπερβολικὸν τὸ αἰδιάογον ἐν τῷ τοιούτῳ καιρῷ εἶναι τὴν ἡμέραν ἔχει. Ἔκεῖνο δὲ καὶ ἐπὶ πλέον ἐκπίπτει ὑπαρβολῆς, ὅ δὴ τινες ἱστόρησαν, τὸν μὲν θερινὸν ὅλον ὑπὲρ γῆς εἶναι αὐτοῦ, τὸν δὲ χειμερινὸν ὑπὸ γῆν, ὡς ἐντεῦθεν τὸν ἔνιαυτὸν ἐν τῇ ἐκεῖ κλίματι μεριζέσθαι εἰς ἡμερονύκτιον ἐν, ἤγουσιν εἰς μίαν ἡμέραν καὶ εἰς μίαν νύκτα· καθὼς καὶ Ἡρόδοτος περὶ τῶν Κιμμερίων λέγων φησὶ μὴ ἐνδέεσθαι ἀνθρώπους εἶναι, οἱ τὴν ἐξάμηνον νύκτα καθεύδουσιν. Φασὶ δὲ ἄλλοι ἐπὶ τὰς ἄρκτους ἀλθόντα τὸν ἥλιον ποιεῖν παρατείνειν τὴν ἡμέραν ἐκεῖ καὶ εἰς κ’ θερινὰς ὥρας καὶ εἰς πλειόν τι, ὀλιγίστων ὥρων ποιούντα τὴν νύκτα, χειμῶνος δὲ τὸ ἀνάπαλιν. Αἰτίαν δὲ λέγει ὁ Διονύσιος τοῦ ἐκεῖ ἀειφανοῦς φωτὸς τὸ λοξότερα τηνικαῦτα τὸν ἥλιον ἐπιστρέφεσθαι στροφαλίγγει, τοῦτέστι τὸ λοξότερον ἀναφέρεσθαι τὸν ἥλιον, καὶ δι’ αὐτὸ ἐμβραδύνειν τοῖς ἄνω. Τὸ δὲ ἐξῆς ἐπαγόμενον τὸ ἀκτίνων ἰδεῖν ἐπὶ κλίσει ἐρχομένων, ἀντὶ τοῦ κατευθὺ τῆς νήσου φερομένου τοῦ ἤλιου, καὶ εἰς αὐτὴν ὅσον ἀφρώδοντος. Καὶ ἔστι τὸ σχῆμα ῥητορικὸν ἀντίθετον, ἀντιτεθέντος τοῦ λοξὸν τῇ εὐθύτητι, ὡς ἂν εἴπῃ ὅτι λοξότερον μὲν ἄλλως φύσει τοῦ ἤλιου στρεφόμενου, κατ’ εὐθὺ δὲ ὅμως τηνικαῦτα ὄντος τῇ