Ancient Greek
401.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 401.2
Unproofread scanNot analysed yet
589. Ὅτι πρὸς τοῖς ἑώιοις τοῦ ὠκεανοῦ ἐστὶν ἡ Χρυσὴ νῆσος, λεγομένη οὕτως ἢ διὰ τὸ χρυσὸν φέρειν κατὰ τινὰς, ἢ κατὰ τὸν Διονύσιον διότι αὐτῷ ἀνατολαὶ καθαροὶ φαίνονται ἡλίου, καὶ οὕτω διὰ τὸ καθαρὸν τῆς φάσεως χρυσούς εἶναι πως δοκεῖ ὁ ἥλιος, οὐ μὴν σκιθρωπῶς, καθά παρὰ Σκύθας διὰ τὴν τοῦ Κρονίου πόντου συννέφειαν. Καὶ διὰ τοῦτο Χρυσὴ λέγεται καὶ ἡ ὑπ’ αὐτῇ λαμπομένη αὕτη νῆσος.