Ancient Greek
403.5
TIMOTHEUS, timotheus_defluviis_ggm2 403.5
Unproofread scanNot analysed yet
608. Ὅτι περὶ τὴν Περσίδα θαλάσσαν βορεῖα νῆσος ἡ Ἰκαρος, ὁμώνυμος τῇ περὶ τὸ Αἰγαῖον πέλαγος, ἥν καὶ ἐπαναλαμβάνει διὰ τὸ ἐνδοξόν. Τιμᾶται δὲ ἐν αὐτῇ πολυτελῶς Ταυροπόλος Ἀπόλλων ἢ Ἄρτεμις. Ἄλλοι δὲ φασιν ὅτι ὁ Περσικὸς κόλπος μικρὸν τῇ ἐλάττων Εὐξείνου ἐστιν, ἐν φ Ἰκαρὸς τε νῆσος καὶ Τύρος καὶ Ἀραδός, ὁμώνυμοι ταῖς Φοινικικαῖς. Ἰστέον δὲ ὅτι τὴν περὶ τὸ Αἰγαῖον πέλαγος ὁ Γεωγράφος τετρασυλλάβως Ἰκαρίαν λέγει, δοξάζων ἀπὸ τοῦ τοιούτου νησίου καὶ τὸ Ἰκάριον· καλεῖσθαι πέλαγος· λέγων δτι καὶ ἱρημόν ἐστιν αὐτὴ νησίον, νομὰς ἔχον αἱς χρώ- 40 ται οἱ Σάμιοι.