Ancient Greek
406.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 406.2
Unproofread scanNot analysed yet
636 Ὅτι τὸν νῦν ῥηθέντα μέσον τοῦ Εὐξεινοῦ Πόντου καὶ τοῦ Ὑρκανίου πλατύτατον ἰσθμὸν, ἤτοι τὸν περὶ τὴν Ἰσθρίαν τὴν ἰδίαν, ἀσπετον τὰ λέγει καὶ μακροῖς ὧδε πταινώμενον πεδίοις. Καὶ σημειώσασι καὶ ἐνταῦθα ὅτι ὁ ἰσθμὸς ἀπλῶς μὲν οὕτω ῥηθεὶς γῆν δηλοῖ στενοχωρουμένην μεταξὺ δύο θαλασσῶν, εἰ δὲ πρόσκειται τὸ μακρὸς ἢ πλατὺς ἢ ἀθέσφατος ἢ τι τῶν τοιούτων ὅποια πολλὰ ἐπινοεῖται ὁ Διονύσιος, τότε διὰ τὰς τοιαύτας προσθήκας ἰσθμὸς νοηθήσεται καὶ ὁ μὴ στενός. Τὸ δ' αὐτὸ νυητέον καὶ ἐπὶ πορθμῷ, εἰγε παρὰ τοῖς πολλοῖς πορθμὸς λέγεται ὁ περὶ Σικελίαν, οὐ μόνον ὁ βόρειος ὁ ἐπταστάδιος, ἀλλὰ καὶ ὁ νότιος, ὁ χιλίοις καὶ πεντακοσίοις σταδίοις μετρούμενος, καὶ εἰς γάμμα τοσούτον ἀνοιγόμενος.