Ancient Greek
416.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 416.4
Unproofread scanNot analysed yet
Ὅτι ὅσπερ οἱ ῥηθέντες Οὐννοὶ Σκύθαι εἰσιν, οὕτω καὶ οἱ Κάσπιοι μετ’ αὐτοὺς ὄντες ἔθνος λέγου ἀξιὸν ἀφ’ ὧν καὶ ἡ θαλάσσα Κασπία καλεῖται, ὡς καὶ ἀπὸ τῶν Ὑρχανιῶν Ὑρκανία· παρ’ οὓς καὶ τῶν φυλλῶν ἀπορρεῖν μέλι ἡ ἱστορία φησι, καὶ ἡ ἄμπελος πολυφορεῖ, καὶ ἡ συκὴ δὲ οὕτω λέγεται πλουτεῖν τῷ καρπῷ, ὡς ἔνιας καὶ εἰς μεδίμνους, ἐξήκοντα πληθυνθεῖν τὸν καρπόν. Ἔκει δὲ καὶ τὸ ἔθνος οἱ Ἀλβανοί, ποιμενικοὶ καὶ μετριῶς πολεμικοί, μεταξὺ Ἰβήρων καὶ Κασπίας· ὧν Κυκλωπτεύς, φασίν, ὁ βίος, τοὔτεστιν εὐδαίμων καὶ ἄπονος, οἷς ἡ γῆ πολλάχου ἅπαξ σπαρείσας τοῦ λοιποῦ δὺς καὶ τρίς ἀσπαρτον φέρει καρπόν. Ἀπλοῖ δὲ εἰσι καὶ οὐκ οἴδασιν νόμους, οὐδὲ ἀριθμοὺς οἴδασιν πλείω τῶν ἑκατόν. Γλώσσαι δ’ αὐτῶν κατὰ τὸν Γεωγράφων ἐξ καὶ εἴκοσιν. Ἔκει δὲ καὶ οἱ Καδοῦσιοι κατὰ τὸν Διονυσίον, ὧν τραχεία ἡ γῆ, ἄνδρες δεινοὶ πετροβατεῖν, καὶ ἀκοντισταὶ ἀριστοι, ὡς ὁ Γεωγράφος ἱστορεῖ, καὶ οἷοι ἐν τοῖς τραχέει πεζοὶ ἀντὶ ἱππῶν διαμάχεσθαι. Τούτους δὲ ἀγγι-