Ancient Greek
422.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 422.1
Unproofread scanNot analysed yet
δτι οἱ ἐξ Ἀλύδης ἡ ἐξ Ἀλύδων μετατιθέμενοι τὴν γραφὴν εἰς Χαλύδας λέγοντες, ἢ ἀνάπαλιν μεταποιεῖσθαι ἀπὸ Χαλύδης εἰς Ἀλύδην, παρατιθέασιν καὶ ἄλλα ὀνόματα ἀλλαγέντα κατὰ μεταγωγὴν κλήσεως, οἷον οἱ παρ’ Ὁμήρῳ, φασί, Σίντες Ὀρῆκες Σίντον ἐκλήσαντο ὕστερον, εἶτα παρὰ Ἀρχυλίδῳ Σάϊοι καὶ πάλιν Σάπαι. ὡςπερ δὲ τὰ τοιαῦτα ἔθνικὰ ὀνόματα διαφόρως παρεποιήθησαν, οὕτως καὶ τῶν Φρυγῶν· Βρύγοι γὰρ καὶ Βρύγες καὶ Φρύγες οἱ αὐτοί.