Ancient Greek
424.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 424.1
Unproofread scanNot analysed yet
σύριος. Τοιούτων δὲ τι βούλεται καὶ ὁ τὴν Σιδωνίαν θαλάσσαν, ἤγουν τὴν ἐν τῇ Φοινικικῇ Συρίᾳ, ὀνομάσας Ἀσσυρίων θάλασσαν. Πλούταρχος δὲ καὶ αὐτὸς ὁμοίως τὸν Γεωγράφον ἐν παραλλήλῃ τινι, ἐν ᾗ τὰ περὶ Μιθριδάτου κεῖται, ἐμφαίνει τοὺς περὶ Σινώπην δύνασθαι Σύρους λέγεσθαι· φησὶ γὰρ ὅτι τὴν Σινώπην Σύροι κατέχον, ἀπὸ Σύρου γεγονότος τοῦ Ἀπολλώνος, καὶ λέγεται, καὶ Σινώπης τῆς Ἀσωπίδος. Ἱστέον δὲ ὅτι κατὰ τοὺς παλαιοὺς παρὰ τῷ Ἐρατοσθένει Ἄσ- 10συρες οἱ Ἀσσύριοι λέγονται, ὡς καὶ πρὸ τούτου ἐφάνθη, ἀπὸ εὐθείας τῆς ὁ Ἄσσυρ. Καὶ ὅτι πρόχυσιν ἐκάλουν οἱ παλαιοὶ κυρίως τὴν καὶ πρόχυσιν λεγομένην, ἐνθὰ δηλαδὴ ποταμὸς ἐπαγόμενος ἰλὺν ἀποτίθεται, ὡς καὶ ὁ Νεῖλος περὶ τὴν Αἴγυπτον. Οἱ δ’ αὐτοὶ λέγουσι καὶ 15τὸν τόπον τὸν περὶ τὴν Σινωπαίαν Ἄσσυρίων τοιαύτην πρόχυσιν εἶναι τοῦ Ἄλυος, καὶ δῶρον αὐτοῦ τὴν ἐκεῖ γῆν, ὡς καὶ τοῦ Νείλου τὴν Αἴγυπτον. Οὕτω δὲ καὶ ἄλλα πολλὰ πεδία κατὰ τὸν Ἀριανὸν ποταμῶν εἰσὶ ποιήματα, ὧν τὸ Ἔρμου πεδίον καὶ Καύστρου τοῦ 20Λυδίων καὶ Μαιάνδρου τοῦ Καρικόν. Καὶ ὁ Γάγγης δὲ πεδίον τι ἐν Ἰνδίᾳ προσέψυχεν. Ὡστε κυριολεκτεῖ ὁ Διονύσιος, λέγων ὅτι ἐκτετάνυσται μετὰ Χαλύβας Ἄσσυρῆς χθονὸς πρόχυσιν, τοῦτέστιν, ἡ τῆς ἐκεῖ γῆς ἐκ τοῦ Ἄλυος πρόχυσις. 25780. Ὅτι περὶ τὰς τοῦ Θερμώδοντος κρυμώδεας ὄχθας τέμνοι ἂν κρυστάλῳ λίθον καθαρόν, οἷα πάγην χειμερίαν· εἴρησθαι δὲ καὶ ἑδατώσασαν ἰασπιν, ἑτέραν οὖσαν τάχα παρὰ τὴν πρὸ μικροῦ ἱστορηθεῖσαν ἑρεάσσαν. Καὶ ὅρα ὅτι λίθου εἶδος ὁ μεταλλευτὴς 30κρύσταλλον, καθά καὶ ὁ μάρμαρος. Κρυμώδεες δὲ τὰς τοῦ Θερμώδοντος ὄχθας καλεῖ, διότι ὡς οἱ παλαιοὶ φασὶ καὶ θέρος πήσεται, τῆς τοποθεσίας τὴν τοιαύτην ἰδέαν διεξαγοῦσης. Διό, φασί, καὶ Κρύσταλλός ποτε ὁ Θερμώδων οὗτος ἐκλήθη. 35783. Ὅτι ἐφεῖξεν τῷ Θερμώδοντι ὁ Ἴρις ποταμὸς καθαρόν ῥέον εἰς ἅλα βάλλει. Περὶ τούτου δ’ Ἀρριανὸς τῇ ὑστὰ φησιν· «Ἄμιος βασιλεὺς Σκυθῶν, οὗ υἱὸς Ἐριδῖος, ἀφ’ οὗ ὁ Ποντικὸς ποταμὸς κληθεὶς Ἐριδὸς ὕστερον εἰς τὸ δεξιώτερον μετωνομάσθη Ἴρις. »Ὁ δὲ 40Γεωγράφος φησὶν ὅτι ὁ Θερμώδων ἐκ πολλῶν πληρούται ποταμῶν, ὧν πάρεισι ἐκ Φαναρείας ῥεῖ Ἴρις. Ἴρει δέ, φησὶ, καὶ δι’ Ἀμασείας ὁ Ἴρις, παραλαβὼν τὸν τε Σκυλάκα καὶ ἄλλους ποταμοὺς καὶ τὸν ἐξ Ἄρμενίας ῥέοντα Λύκον.