Ancient Greek
425.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 425.2
Unproofread scanNot analysed yet
787. Ὅτι ἐπὶ τοῖς ῥηθεῖσι ποταμοῖς οἱ Παφλάγones τε παραλίοι νέμονται, ἀπὸ Παφλαγόνοος οὕτω κληθέντες υἱοῦ Φινέως· καὶ οἱ Μαριανδύνοι, ὅπου καὶ ἡ κατὰ τὸν Πόντον Ἡράκλεια, ἐπώνυμος μὲν Ἡρακλέος, Μιλησίων δὲ κτῖσμα κατὰ τὸν Γεωγράφοι. Ξενοφῶν μέντοι φησιν ὅτι ἡ ἐν τῷ Πόντῳ Ἡράκλεια Μεγαρέων ἀποικος. Ἐνταῦθα διὰ τοῦ πεδίου ῥεῖ ποταμός, Λύκος ὄνομα, εὔρος ὡς δύο πλέθρων. Οἱ δὲ Μαριανδύνοι οὕτω καλοῦνται ἀπὸ τινὸς Αἰολίδος Μαριανδύνου οὕτω καλουμένου. Καὶ τὸ ἔθνικὸν δὲ Μαριανδύνους μὲν λέγεται προπαραξύντως κατὰ τοὺς Αἰολέας, ὡς φησιν ὁ γράφας τὰ Ἔθνικά, ἡ δὲ κοινὴ χρῆσις οὐκ αὐτό, κατὰ τὸν τύπον τῶν εἰς νος ἔθνικῶν. Οὐ παραλήγεται δὲ αὐτὴ ἡ, ὡς τὰ ὅμοια ἔθνικά, διὰ τὸ ἀκολουθῆσαι τῇ γραφῇ τοῦ ὀνομαζομένου κυρίως ὀνόματος.