Ancient Greek
427.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 427.1
Unproofread scanNot analysed yet
καὶ τὴν αὐτῶν γῆν πάμφορον τε καὶ εὐδενδρον εἶναι φασιν, καὶ λιθοτομίας ἔχουσαν πολλαχοῦ, καὶ χρυσταλλους ἐν ὄρει φύουσαν, καὶ ἄλλα πολλὰ ἔχουσαν ἀγαθά· Ῥοῦδος δὲ λέγει Ὀρξίας διαβαίνειν εἰς Ἀσίαν κλῆσθαι Βιθυνούς, καὶ εἶναι παρ’ αὐτοῖς χρηστήριον Ἄρεος. Λέγεται δὲ καὶ ὅτι τὴν ἀπὸ Βοσπόρου γῆν ἕως ἐπὶ Ῥήβαντα Βιθυνοί ποτε κατέσχον. Τὴν δὲ αὐτοῦ ἐπικείνειν ἐπὶ Πόντον ὁρεινὴν οἱ Θυνοὶ ἔσχον ἀρχαῖον ποταμοῦ Κάλητος· ὡς εἶναι ὁμόρους τοὺς τε Θυνούς καὶ τοὺς Βιθυνούς, οὕτω καλουμένους ἀπὸ τινων ἀδεῶν φων ἐπιφανῶν Θυνοῦ καὶ Βιθυνοῦ, παιδῶν Φινέως κατα ποιήσιν, ἥτοι ποιητῶν καὶ θεῶν, καθά φησι Ἄρριανός, δὲ καὶ γνησίον παῖδα Φινέως ἱστορεῖ Παφλαγόνα, ὃς ὁ χώρα Παφλαγονία. Καὶ γῆν λέγει Ῥηβαντίαν τὴν πρὸς τὸν Ψύλληον ποταμόν, ἧς δι’ ἧς μιουργόν τινα ἱστορεῖ παρὰ Βιθυνοῖς Δαίδαλον καλούμενον, οὗ ἔργον ἐν Νικομηδείᾳ γενέσθαι θαυμασιότατον ἄγαλμα Σεραπίου Διός. Λέγει δὲ ὁ αὐτός Ἄρριανός καὶ ὅτι ἄλλοι Ὀθρύσου παῖδας φασιν τὸν Θυνὸν καὶ τὸν Βιθυνόν, ὧν ἡ χώρα ὁμώνυμος. Σημειῶσαι δὲ ὅτι μὲν γῆν Ῥηβαντίαν παρὰ τῷ Ἄρριανῷ ἀφορμὴν ὁρῶσι τοῦ φανερώς νοεῖν ὅτι περιτοσσυλλάβως ὁ Ῥήβας κλίνεται, διώδις τῷ Ἀζαντῷ· τὸ δὲ Ῥηβαῖος ἔθνικὸν κλίσει ὑπεμφαίνει τινὰ ἰσοσύλλαδον, παρὰ τοὺς πολλούς καὶ αὐτὸ εὑρισκόμενον.