Ancient Greek
428.5
TIMOTHEUS, timotheus_defluviis_ggm2 428.5
Unproofread scanNot analysed yet
Τὸν δὲ Βύζαντα, οὗ ἐπωνύμων τὸ Βυζάντιον ἄστυ, δικαιωτάτῶν φασιν ἀνθρώπων γενέσθαι, καὶ ἐπάρχει τῆς παραλίας ἀπάσης Θράκης ἕως καὶ εἰς Αἴμιον τὸ ὄρος. Εἰσὶ δὲ καὶ Λίβυες Βύζαντες, καὶ πόλις ἐκεῖ Βυζάν- 15 τιον. Τινὲς δὲ Γύζαντας ἐκείνους καλοῦσιν. Ἐν δὲ τῷ Θρακικῷ Βυζαντίῳ ἱστορεῖται φυλάσσεσθαι ποτε τὸν πλοῦτον τοῖς Ἀθηναίοις, διὰ τὴν ὀχυρότητα τοῦ πολειχίου. Ὀνομασθῆναι δὲ ποτε αὐτὸ καὶ Ἀντωνινίαν, ὡς περὶν Σέβηρος καὶ ἑκεῖνον παῖς Ἀντωνί- 20 νος. Παρὰ δὲ τοῦ μεγάλου Κωνσταντίνου κληθῆναι αὐτὸ Ἀνθούσαν. Κωμωδοῦνται δὲ εἰς μέσην οἱ παλαιοὶ Βύζαντιοι. Πολέμου γοῦν ἐπικειμένου ποτέ, οὐκ ἄλλως ἔσχεν ὁ στρατηγὸς ἂρξον ἐπὶ τοῖς τείχεσιν ἔχειν αὐτούς, εἰ μὴ τὰ καπηλεῖα ἐγγὺς τῶν τειχέων 25 ἤγαγεν. Ἱστορὸν δὲ ὅτι τὸ Βυζάντιον ἄστυ καὶ διὰ εἰ διφθόγγου ὤφειλεν ἔχειν, ὡς τινὲς φασιν, τὴν παραλήγουσαν, τῷ λόγῳ τῶν κηπτικῶν· ἀλλ' ὁ Διονύσιος ἀποβαλὼν τὸ ε φιλὸν διὰ μόνου διχρόνου ἐκφέρει αὐτό, τῷ λόγῳ τῶν τοπικῶν· ὡς καὶ πρὸ τοῦτο τὸ Κυρβάν- 30 τιον ἄστυ ἐπὶ Σαμοθράκης. Πολλὰ δὲ καὶ ἄλλα ὀνόματα τὸ τοιούτον ἔπαθον πάθος, ὥσπερ καὶ τὸ τραπέζιον σχῆμα, καθά προγέγραπται, καὶ τὸ Ποσιδῖδιον, καὶ τὸ Ἰκόνιον, καὶ τὸ ἀλγινώδες παρὰ τῷ Ὀππιανῷ, καὶ ἄλλα παρ' ἄλλοις. Καὶ γὰρ καὶ τὸ τραπέζιον, ὡς 35 ἐρρέθη, διὰ διφθόγγου ὤφειλεν ἔχειν τὴν παραλήγουσαν, καὶ τὸ Ποσιδῖδιον δὲ καὶ τὸ ἀλγινώδες οὐκ ὤφειλον διὰ διχρόνου μόνου ἔχειν τὴν δευτέραν μετὰ τὴν ἀρχουσαν συλλαβὴν, καὶ τὸ Ἰκόνιον ὡς ἀπὸ εἰκόνος ἀπαιτεῖ διὰ διφθόγγου τὴν ἀρχουσαν γράφεσθαι. Ἱστορὸν 40 δὲ ὅτι ὡσπερ τὸ Βυζάντιον δοκεῖ παραλόγως διὰ τοῦ ἰ γράφεσθαι, οὕτω καὶ παρὰ Ἀπολλωνίῳ τὸ Γάντιος