Ancient Greek
430.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 430.1
Unproofread scanNot analysed yet
"Ὅτι μετὰ τοὺς Βέβρυκας ἡ Μυσία καὶ τὰ τῆς Μυσίδος γῆς ὄρη, ἔνθα Μύσιος ποταρὰς ὁ Κίος πρεῖς ἱμερόεντα ῥέεθρα, καὶ πόλις ὁμώνυμος ἡ Κίος. Περὶ δὲ τὸν Κίον ποταμὸν ἡ θρυλουμένη ἀρπαγὴ τοῦ "Ὑλα συντέθηκεν. "Εταῖρος δὲ "Ἡρακλέος ὁ "Ὑλας. Νύμφη γάρ, φασίν, ἐκεῖ ὑδρομενὸν τὸν "Ὑλαν καθῆρπασεν, ὃν καὶ ἀνακαλούμενος ὁ πελώριος "Ἡρακλῆς οὐδὲν ἠνσεν, ἀλλὰ μακρὰ καὶ κενὰ βοήσας ἀπηλλάγη, ὡς καὶ Θεόκριτος ἱστορεῖ. "Ὅθεν καὶ παροιμία ἐπὶ τῶν ἀνακαλουμένων τοὺς μὴ ἀκούοντας, "Ὑλαν καλεῖς. »Φασὶ δὲ καὶ τὴν Προυσιάδα πρότερον Κίον καλεῖσθαι, ἣν ἕστερον Δημήτριος κατέσκαψεν. "Ὁ δὲ Γεωγράφος λέγει ὅτι ὑπὲρ τὴν Προυσιάδα Κίος πόλις, ἣν ἔστιν. Κίος "Ἡρακλέος ἑταῖρος καὶ σύμπλοος ἐπανελθὼν ἐκ Καλχίδος, ἔνθα τὰ κατὰ τὸν "Ὑλαν γενέσθαι φασί. Περὶ δὲ Μυσίων καὶ προεῖρηται μὲν ἤδη, καὶ εἴδως δὲ κατὰ μέρος καλῶν εἰρήσεται.