Ancient Greek
431.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 431.1
Unproofread scanNot analysed yet
τὴν τῶν Μυσῶν ἢ Λυδῶν γλῶσσαν· πολὺ γὰρ τὸ τοιούτον φυτὸν παρὰ τοῖς Μυσοῖς. Οὕτω δὲ φασὶ διάφογον εἶναι διορίσαι Μυσούς καὶ Φρύγας διὰ τὸ διάφορον τῆς οἰκήσεως, ὥστε τάχα καὶ τὴν παροιμίαν ἐντεῦθεν 5 διακτισαὶ τὴν λέγουσαν, «πόρρω τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα. »Ὀστώσως δὲ συνεχύνται οἱ Λυδοὶ καὶ Μαίονες, οἱ καὶ Μῆννες παρὰ τῷ Ποιητῇ. Ἄρριννὸς δὲ φησὶν ὅτι «Θυνὸς καὶ Μυσὸς υἱοὶ ἦσαν Ἀργανθόνης, ἥτις καλὸν τι χρῆμα νύμφης ἦν, ἀφ’ 10 ὧν Θυνὸς μὲν Θυνίαν οἰκίσας ἀφ’ ἑαυτοῦ ὠνόμασε, Μυσοὶ δὲ ἐπὶ τῷ Μυσῷ ὠνομάσθησαν. »Ἡρόδοτος δὲ φησι καὶ αὐτὸς πρώτους ἀνθρώπων τοὺς Φρύγας εἶναι, ὧς καὶ ὁ Κομικὸς ἐμφαίνει, ἔνθα τὸν ἀρχαῖον βεκκεσελήνον λέγει, ἀπὸ τε τῶν Ἀρχάδων τῶν πρὸ 15 τῆς σελήνης μυθεουμένων εἶναι καὶ ἀπὸ τοῦ βέκου. Βέκος δὲ ὁ ἄρτος Φρυγιστί.