Ancient Greek
432.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 432.2
Unproofread scanNot analysed yet
820. Ὅτι μετὰ τὴν μικρὰν Φρυγίαν καὶ τὴν Ἄλιον ἢ τῶν Αἰολέων παραπέπται γῆ, Αἰγαίου περὶ χειλος, ὑπὲρ τὸν μέγαν ἤτοι πλατύν Ἑλλήσποντον, ἔστι νοτιώτερον τοῦ Ἑλλήσποντου. Καὶ ἐνταῦθα γὰρ τὴν ὑπὲρ πρόθεσιν ἐπὶ τῶν νοτιωτέρων τέθεικε, ὡς αὐτὴ σύνηθες. Ἄλλως γὰρ ὑπὲρ τὴν Φρυγίαν πρὸς τὰ βόρεια οὗ κείνται Αἰολεῖς, ἀλλὰ κατὰ τὴν παλαιὰν ἀναγραφὴν Φρυγὼν ἔχονται Καππαδόκαι πρὸς βορρᾶν δηλαδή. Τούτους δὲ πρόσσωροι Κῶκες καθῃκότες ἐπὶ τὴν θάλασσαν, περὶ ἣν καὶ ἡ Κύπρος. Τούτων δὲ ἔχονται Ἀρμένιοι, αὐτῶν δὲ Ματιανοί, τούτων δὲ οἱ Κισσανοί. Λέγει δὲ ὁ Διονύσιος καὶ ὅτι μετὰ τοὺς Αἰολείς, ὧν ἐστι καὶ ἡ Σμύρνα, ἢ τῶν Ἰώνων γῇ κείται, ἀρχίαλος καὶ αὐτή. Ταύτης ἀρχὴ κατὰ τὸν Γεωγράφον ἡ Φώκαια πέρας οὖσα τῆς Αἰολίδος. Ἱστέον δὲ ὅτι ὡσπερ τὴν Ἰάδα ἐν τοῖς φθέασιν ἔχωμεν τὴν αὐτὴν οὖσαν τῇ παλαιᾷ Ἀτθίδι, ὡς Ἰώνων καλουμένων πάλαι ποτὲ τῶν Ἀττικῶν ἀπὸ Ἰωνος καὶ τῆς χώρας Ἰάδος λεγομένης, οὕτω καὶ ἡ Δωρίς ἡ αὐτὴ τῇ Αἰολίδι ἐστίν. Ἐκαλοῦντο γὰρ ποτὲ κατὰ τὸν Γεωγράφον Αἰολεῖς κατ' ἐπικρατείαν ἔθνους πάντες ὁ ἐκτὸς τοῦ κατὰ Πελοπόννησον ἱσθμοῦ, πλὴν Ἀθηναίων καὶ Μεγαρέων καὶ Δωριέων τῶν περὶ Παρνασσόν. Διὸ καὶ Πίνδαρος πολλοχῶ, καίτοι Δωριστὶ γράφων, Αἰολίδα τὴν ἑαυτοῦ λέγει μοῦσπην. Αἰολεῖς δὲ ἐκείνοι ἐλέγοντο ἀπὸ τῶν τοῦ Αἰόλου παιδῶν, ὡσπερ καὶ Δωρεῖς ἀπὸ τῶν τοῦ Δώρου, καὶ Ἰωνες ἀπὸ Ἰωνος τοῦ Ξούθου ἀνδρὸς Ἀττικοῦ, ὃν καὶ Εὐριπίδης κτίστορα ἱστορεῖ Ἀσιάδος χρόνος. Οἱ δὲ περὶ τὴν Ἀσίαν Αἰολεῖς οὕτως ἐκλήθησαν, οὗ μόνον ὡς ὄντες τῶν ῥηθέντων Εὐρωπαίων Αἰολέων ἀποικοί, ἀλλὰ καὶ ὅτι ἀπὸ αἰόλων, ἢ ἐστὶν ἐκ ποικίλων τινῶν καὶ μεγάλων ἀνθρώπων, ἢ αὐτοῖ ἀποικία ἐκείνοις συνεπροτήθη.