Ancient Greek
432.5
TIMOTHEUS, timotheus_defluviis_ggm2 432.5
Unproofread scanNot analysed yet
γ. ||—τῇ καλ. ναίων κατὰ Ἡρόδοτον· δὲν ἡ μὲν Πριήνη καὶ Κάδμην ποτὲ ἐκλήθη, ἣν Αἴγυπτος ὁ Νηλέως ἐκτίσεν, ἀφ' ἧς εἰς τῶν ἑπτὰ σοφῶν ὁ Βίας· ἡ δὲ Μίλητος κτίσμα Νηλέως ἀνδρὸς Πυλίου αὐτῷ μετοικησάντος, κατὰ δὲ Ἡρό- 5 δοτον Νηλεύς ὁ Κόδρου ἐκτίσεν αὐτήν. Φησι γάρ· «Νηλέων τῷ Κόδρῳ ἐπιστομώμενος ἐπὶ τὴν Μιλῆτον κτιστύν. »Ἐστὶ δὲ ὁ τόπος οὗτος φέρει ἀγαθά, ὅθεν καὶ εἰς παροιμίαν κεῖται τὰ Μιλῆσια στρώματα. Καὶ Θεόκριτος δὲ τάππερας μαλαχωτέροισ ὕπνοῖς εἴπων 10 ἐπαγεί· «φαίν ἄν ἡ Μίλητος καὶ ὁ τὴν Σαμίαν καταδόσασαν· »ὡς τῆς Σάμου καὶ τῆς Μιλήτου ἀγαθῶν οὐσιῶν εἰς ἑρίων φορᾶν. Περί δὲ τῆς πόλεως ταύτης καὶ τοιαῦτα γέγραπται· «Μίλητος πολὺν Ἰώνων ἐξέλιχε, καὶ Φωκυλίδης. Ἐκλήθη δὲ ποτε καὶ Λελεγὶς διὰ ἐποίκους Λέλεγας, καὶ Πι- 15 τύσσα δὲ ἀπὸ τῶν ἐκεῖ πινῶν, καὶ διότι ἐκεῖ πρῶτον πίτυς ἔφυ. »Ἐκεῖθεν ἦν Θαλὴς ὁ Μιλῆσιος, καὶ ῥήτωρ Ἀσχήνιος, ὃν ἡ παρρησία ἐξέλιχε, καὶ Φωκυλίδης, καὶ Τιμόθεος ὁ κιθαρωδός, εἰς ὃν ἐπίγραμμα φέρεται τοῦτο· 20 Πάτρα Μίλητος τίκτει Μούσαισι ποθεινὸν Τιμόθεον, κιθάρας δεξιὸν ἄνιχον. Ἦν δὲ ποτε καὶ Κρητικὴ Μίλητος. Λέγεται δὲ καὶ τὴν τῆς Καλυψὸς νῆσον Μίλητον κληθῆναι ποτε. Φέρεται δὲ λόγος, καὶ μέγιστον κατασκευασθῆναι ναὸν ἐν Μι- 25 λήτῃ, χωρὶς ὀροφῆς μείναντα διὰ τὸ μέγεθος. Ταύτης δὲ ἱστοροῦνται πολλαὶ ἀποικίαι, ὅπουγε καὶ περὶ τὰ Νειλῶνα στόματα τεῖχος ἦν Μιλησίων λεγόμενον, ὅπερ αὐτοὶ ἐτείχισαν ναυσὶ τριάκοντα πλεύσαντες· καὶ ὅπου δὲ τελευταῖ ὁ Ἰστρος περὶ τὸν Εὐξείνον, Ἰστριανοὶ κα- 30 τοικοῦσι Μιλησίων ἀποικοί, ὡς φησιν Ἡρόδοτος. Τούτων δὲ βορειοτέρα ἡ Ἔρεσος, ἡ καὶ Τραχαΐα ποτε κληθεῖσα καὶ Ὀρτυγία καὶ Πτελέα· πόλις δὲ Ἰώνων καὶ ἡ Ἔρεσος, κατὰ δὲ Ἡρόδοτον Ἀνδίας, ἣν καὶ παραλίαν ὁ Διονύσιος λέγει, καὶ μεγάλην πόλιν Ἀρτέμιδος, 35 καὶ ναὸν ἐκεῖ φησιν εἶναι, ὃν Ἀμαζόνες ἐποίησαν ἐν πρέμνῳ, ὃ ἐστιν ἐν χωρίῳ πτελέας, περιώσιον ἀνδράσι θαῦμα. Λέγει δὲ Ἰωκ τὸν περίπυστον ἐκεῖνον, τὸν ὕστερον καυθέντα πρὸς τινος θελήσαντος οὕτως ἑαυτῷ παριποιήσασθαι τὸ ἐπ' ὀνόματι ἀοίδιμον, κἂν οὐκ ἔχῃ 40 τυχεῖν ἐκείνου οὐ ἤθελεν ἀραὶ γὰρ ἐπέθεσαν, μηδένα τῶν ἐπάντων τὸ ἐκεῖνον περιφέρειν ὄνομα, ὡς ἂν ἐπιλησθείη παντάπασι κλὶ μὴ ἔχοι δ' βούλεται. Λέγεται δὲ καὶ ὅτι Κροῖσος τῇ Ἔρεσῳ ἐπιθέμενος ἐπολίσρκει, ἀμηχανοῦντες δὲ οἱ πολῖται ἀνέθεσαν τὴν πόλιν τῇ 45 Ἀρτέμιδι, ἐξάφαντες ἐκ τοῦ ναοῦ τῆς Ἀρτέμιδος σχοινίον εἰς τὸ τεῖχος.