Ancient Greek
435.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 435.3
Unproofread scanNot analysed yet
837. Κάυστρος δὲ ὀνομάζεται ἀπὸ τοῦ παρακεισθαι τῇ κατακεκαυμένῃ χώρᾳ, ἐξ ἧς κατὰ τὸν Γεωγράφοι οἶνος ἑλλόγιμος ἀρετῇ ὁ κατακεκαυμενίτης. Τὴν δὲ χώραν ταύτην οἱ μὲν Μυσίαν καλοῦσι διὰ τοὺς ἐκεῖ βηθέντας Μυσοὺς, οἱ δὲ Μηονίαν διὰ τοὺς Μῆνας· ἥτις τεφρώδης λέγεται εἶναι τὴν ἐπιφάνειαν καὶ ἄδεν-δρος, πλὴν ἀμπέλου. Ἀπὸ δὲ τοῦ Καύστρου καλεῖται καὶ πεδίον Καύστριον τὸ καὶ Καύστριανόν, ὃ συνεχὲς τὸ Κυλβιανόν. Λέγονται δὲ οἱ Λυδοὶ καὶ Μαΐονες καὶ