Ancient Greek
444.5
TIMOTHEUS, timotheus_defluviis_ggm2 444.5
Unproofread scanNot analysed yet
891. «Ὅτι τὴν Κοίλην Συρίαν ἐπώνυμον οὕτως καλεῖσθαι φησὶ, τοῦτέστι Κοίλην φερωνύμως λέγεσθαι, διότι αὐτὴν μέσην καὶ χαμαλὴν καὶ μένην ἔχουσι δρὴ μεγάλα δύο, τὸ τε ἑσπέριον Κάσιον πρὸς τῇ θαλάσσῃ κείμενον καὶ ὁ ἡμῶς Λίβανος, ὅφ’ ὧν περιέγεται. Οὕτω καὶ ὁ Ὅμηρος Λακεδαίμονα κοίλην λέγει διὰ τὸ περιειληφθῆναι κυκλῶθεν ὀρεσιν. Ὁ μέντοι Γεωγράφος οὕτω φησίν· «Λίβανος καὶ Ἀντιλίβανος δρὴ δύο ὡς ἂν παραλλήλα, ποιοῦντα τὴν Κοίλην καλουμένην Συρίαν, τελειωθέντα ἔργος τῶν Ἀραβιῶν ὀρῶν τῶν ὑπὲρ τῆς Δαμασκηνῆς χώρας εἰς ἄλλα δρὴ γεωλὸρα καὶ καλλίκαρπα, μικρὸν ὑπερθε τῆς θαλάσσης ἀρχόμενα, Λίβανος μὲν τῆς κατὰ Τρίπολιν, Ἀντιλίβανος δὲ τῆς κατὰ Σιδῶνα. »Καὶ ὁ μὲν Γεωγράφος ταῦτα. Ὁ δὲ Διονύσιος τὴν Κοίλην Συρίαν καὶ πολὺπολιν λέγει καὶ πολλοὺς καὶ ὀλβίους ἄνδρας ἔχουσαν. Καὶ γράται ἐπαναλῆγει καὶ ἐπ’ αὐτῆς εἰπὼν «ἐς νότον ἔρπει, ἐς νότον ἀντολὴν τε. »Ὁ δὲ Γεωγράφος λέγει καὶ ὅτι πᾶσα ἡ ὑπὲρ Σελευκίδα ἐπὶ Αἴγυπτον καὶ Ἀραβίαν ἀνίσχουσα χώρα Κοίλη Συρία λέγεται, ἰδίως δὲ ἡ τῷ Λιβάνῳ καὶ Ἀντιλίβανῳ ἀφωρισμένη. Συρία δὲ ἀπὸ Σύρου κέκληται· φασι γὰρ ὅτι Λιβύης υἱὸς ὁ Ἀγήνωρ, οὗ καὶ Τυροῦς Φοινὶξ καὶ Σύρος καὶ Κίλιξ, ἀφ’ ὧν αἱ χώραι, καὶ Κάδμος, ὅπερ ἡ Καδμεία ἐπώνυμος.