Ancient Greek
460.5
TIMOTHEUS, timotheus_defluviis_ggm2 460.5
Unproofread scanNot analysed yet
996. "Ὅτι πρὸς νότον τῆς Μεσοποταμίας ἡ Περσικὴ μητρόπολις Βαβυλῶν, ἱερὰ πόλις, τεῖχος περιεδηλημένην χαλκοῦν κατά τινας, καὶ ποταμῷ περιρρεομένην. Ταύτην, φησί, πᾶσαν τάχεσιν ἀρραγήσεσι Σεμίραμις ἐστεφάνωσεν, ὅπουγέ τινες, ὡς εἴρηται, καὶ χαλκοῦν αὐτῇ τεῖχος ἱστόρησαν, καὶ ἄλλα πολλὰ θαυμάσια δίχα τῶν ἄνωτέρω ἐκτεθειμένων περὶ αὐτῆς ἐξέθεντο. Καὶ ἐπὶ τῇ ἀκροπόλει δέ, φησί, βωμὸν τῷ Βηλῷ ἡ Σεμίραμις ἔθρυσε, χρυσῷ καὶ ἐλέφαντι καὶ ἀργύρῳ ἀσκήσασα. Βηλὸς δὲ ἦν βασιλεύς Βαβυλῶνος, υἱὸς Διός, ἀφ' οὗ καὶ πύλαι Βαβυλῶνος Βηλίδες, ἢ καὶ ὁ Ζεὺς αὐτὸς κατά τινας. Διὸ καὶ Ἡρόδοτος ἱερὸν εἶναι αὐτῷ λέγει Βηλοῦ Διός. Ὁ αὐτὸς δὲ τῇ Βαβυλωνίᾳ χώρᾳ τοσαύτην προσαρτυρεῖ δύναμιν, ὥστε αὐτὴ μὲν, φησί, τέσ-