Ancient Greek
463.2 to 463.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 463.2-4
Unproofread scanNot analysed yet
1019. Ὅτι βορειώτεροί Μηδῶν οἱ Γηλοὶ καὶ οἱ Μάρδοι, ἤθνος Ἥρκάνιον, λέγεται καὶ τοξόται ἄνδρες. Ἔτι δὲ καὶ οἱ Ἀτροπατηνοί, ἀπὸ ἡγεμόνος τινὸς Ἀτροπάτου καλουμένου, ὧν Ἀτροπατία ἡ χώρα, δευτέρα μερὶς τῆς Μηδίας λεγομένη· πρώτη δὲ Μηδικὴ μερίς, καθ’ ἣν τὰ Ἑκατάνα. 1027. Ὅτι τὸ «ἔκαστο ἡ Μηδεῖα οὐχ ἴκας Κόλχων» Κόλχων γε μὴν αὐτὸν ἐκδιδάσκει οὐκ εἶχε, »σχῆμα ἐστὶν ἐπαναστροφῆς. Ἔστι δὲ ἐπαναστροφή, ὅταν ἡ τελευταία λέξις τῆς πρώτης ἀνωλίας ἀρχὴ γένηται τῆς δευτέρας, ὡς καὶ ἐνταῦθα τῆς μιᾶς ἀνωλίας ληξάσης εἰς τὸ Κόλχων, ἀπὸ τούτου ἡ δευτέρα ἤρξατο. Ἐκαλλωπίσατο δὲ καὶ ἀλλαχοῦ τῷ τοιούτῳ σχήματι ὁ Διονύσιος. 1031. Ὅτι πέτραι τινὲς Μηδικαὶ τὸν ναρκισσίτην φύουσι λίθον, ὃν καὶ ἀφεγγέα καλεῖ, ὡς ναρκίσσῳ τῷ φυτῷ εἰκότα τὴν χροῖαν, καὶ μὴ διαυγάζοντα. Λέγει