Ancient Greek
464.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 464.2
Unproofread scanNot analysed yet
1033. Ὅτι οἱ Μῆδοι ἐπ’ ἀνατολὴν τετραμμένοι ἔχρι τῶν Κασπιάδων διήκουσι πυλῶν, αἵτινες μέρος οὖσαι τῆς Μηδίας χώρας κλεῖδες καλοῦνται τῆς Ἀσίας διὰ τὴν ἄγαν στενότητα, ὑπὸ πέτρας οὖσαι βαθυνόμεναι. Ὅρη δὲ εἰσιν αἱ Κάσπιοι πύλαι, μᾶλλον δὲ πέτραι ἀπεργογυῖαι καὶ κοιλαὶ ὡς ἐν τάξει πυλῶν, ἀπὸ τῶν Κασπιῶν ἀνδρῶν ἢ τῆς Κασπίας θαλάσσης οὕτω καλούμεναι. Πύλαι γὰρ οἷον εἰσι τοὺς εἰς βορρᾶν ὁπλαζὶ πρὸς Ὑρκανίους καὶ Κασπίους ἐκ νότου ἐξέουσι, καὶ τοὺς ἀντίον αὐτὸς εἰς νότον πρὸς Πέρσας. Οὕτω δὲ καὶ ὁ τόπος ἐστενῶται, ὡς καὶ πυλὰς ἐπιστήσαι τῷ τόπῳ, καὶ τοὺς τὴν τῶν βορέων ἔθνῶν ἐπὶ τὰ ἑξ ἐναντίαι διαδασιν. Ὅτι δὲ καὶ ἄλλως αἱ πύλαι στενότατον τόπον δηλοῦσι, καὶ ἐν τῷ περὶ Θερμοπυλῶν λόγῳ οἰελήπται. Τῷ δὲ πυλὰς εἰποῦσι τὴν τοιαύτην στενότητα ἄκολουθον τὰς αὐτὰς καὶ κλεῖδας εἰπέν. Τὸ δὲ Κασπιάδων πυλῶν παρανύμως καὶ αὐτὸ εἰρηται, οὐχ ὑποκοριστικῶς, ὁποία πολλὰ ὁ Διονύσιος ἐποίησεν.