Ancient Greek
465.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 465.3
Unproofread scanNot analysed yet
1055. Ὅτι εὑρίσκεται δὲ τὸ ἀέναος δι' ἑνὸς ν μετὰ ἐκτάσεως τῆς ἀρχούσης. Φησὶ γὰρ «καὶ πόρον ἀέναὸν 35 ποταμῶν.» Οὕτω δὲ καὶ ἐν τοῖς ἐξῆς «ἀέναοι ποταμοῖσι κατάρροτοι,» καὶ παρὰ Θεοκρίτῳ δὲ εὑρίσκεται τοιαύτη γραφή, ἔνθα λέγει «εὕρον δ' ἀέναον κρήνην.» εἰ μὴ τις τὴν τῶν ἀντιγράφων αἰτιώμενος φαυλότητα φυλάσσει μὲν τὴν διὰ τῶν δύο νν γραφήν, θεραπεύει δὲ τὸ πάθος 40 τοῦ μέτρου διὰ συνιζήσεως, ὡς καὶ ἐν τῇ ἀρχῇ τῶν Ἀλειτικῶν Ὀππιανοῦ.