Ancient Greek
467.7
TIMOTHEUS, timotheus_defluviis_ggm2 467.7
Unproofread scanNot analysed yet
κελεύσει Ἀλεξάνδρου, ἐσυλήθη δὲ οὐ πολλῷ ὕστερον. Εἶχε δὲ, φασί, καὶ ἐπίγραμμα Ἑλληνικὸν Περσικῇ γράμμασι, τὸ τάχα διειδὲς τοῦ ὕδατος καὶ εὐθέτον. Φησι γὰρ ὅτι σὰς κύλινδρος ἐπὶ χθονὸς κεῖται, τούτεστιν ὡς σχῆμα κιωνειδὲς τοιοῦτον γὰρ ὁ κύλινδρος. Ἔοικε γὰρ ὁ Ἀχάτας μὴ ἔχειν ἐξοχὰς τινὰς καὶ καμπάς, μηδὲ εἰς ἀγκώνας καὶ κλῶνας ἐλισσόμεθα τε καὶ σχῖζεσθαι· φαίνεται δὲ καὶ μηδὲ πολὺς εἶναι κατὰ τὸ ἀνῆκον γεμαφόρου γὰρ, φησίν, αὐτὸν ποταμοῦ κατασύρουσι χαράδραι. Λέγει δὲ καὶ τοὺς ἐκεῖσε καρποὺς θάλλειν ἄλλους ἐπ’ ἄλλοις, λιαροῦ γεγηθότας ἐξ ἀνέμου. Καὶ ἐστιν ἐνταῦθα γλυκεία λέξις τὸ γεγηθότας, μετενεχθεῖσα ἐπὶ τὰ ἀναισθητα· ὡς καὶ ὅτε ὁ Ποιητὴς ἐπὶ ὅπλων τὸ γανοῦσθαι λέγει, καὶ τὴν χθόνα γελᾶν. Καὶ ἔστι τοῦτο μεταγογὴ πράγματος ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὰ ὁρώμενα. Γεγήθασι γὰρ πάντως καὶ γανοῦσι καὶ γελιοῦσι οὐ τὰ ὅπλα οὐδὲ ἡ γῆ οὐδὲ οἱ καρποὶ ἀλλ’ οἱ βλέποντες αὐτά.