Ancient Greek
472.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 472.4
Unproofread scanNot analysed yet
Τοσοῦτον δὲ φασι σχῆμα εἶναι καὶ τὸ γῆρον, ὡς εἰς δηλονότι τετράγωνος, οὐκ ὀρθογώνιος. Καὶ ξύλινον δὲ ζωγρεῖον δονθος, ἤγουν κλωβόν, παρασαλευθὲν τῆς κατὰ φύσιν παραλλήλου θέσεως τῶν πλευρῶν, ῥόμβου σχῆμα ἀποτελεῖ. Καὶ τοιοῦτος μὲν ὁ ῥόμβος τὸ σχῆμα. Εὑρίσκεται δὲ καὶ ἰχθὺς λεγόμενος ῥόμβος, ὡς καὶ Ἀθηναῖος ἱστορεῖ, καὶ ἡ τῶν Θεσσαλῶν γλῶσσα παραλαλεῖ. Ἔστι δὲ ῥόμβος καὶ τις τροχός, ὃν στρέφοντες ἐν ἱμάντι καὶ τύπτοντες ἐκτύπουν, ῥόμβος κατὰ ὀνοματοποιίαν καλούμενος. Ἀπολλώνιος οὖν ἐν Ἀργοναυτικοῖς λέγει ῥόμβω καὶ τυμπάνῳ ὑπὸ Φρυγῶν τὴν Ῥέαν ἰλάσκεσθαι. Ἔστι δὲ καὶ φαρμακίων τροχὸς ὁ ῥόμβος παρὰ Θεοκρίτῳ, καταγοτευομένους ἐν τῷ στρέφεσθαι. Τινὲς δὲ ῥύμβον γράφουσι διὰ τοῦ υ, ὡς Εὐριπίδης ἐν Πειρίθῳ αὐθέρῳν ῥύμβον φησίν, ὅ ἐστι τροχοειδὴ κίνησιν. Ἄπὸ τοῦτον δὲ καὶ τὰς κινήσεις ῥυαδόνας ὁ Ἀπολλώνιος λέγει· καὶ τάχα καὶ ἡ παρὰ τῷ Αἰλιανῷ κειμένη ἀπορος λέξις, τὸ ἐρυμδόνα, ἐκ τοιούτου τινὸς ἔσχε τὴν ἀρχήν, ἐν ᾧς λέγει ὅτι ἐσπάθα τὰ χρήσιμα καὶ εἰς ἁσωτίαν ἐρυμδόνα τὰ τιμιώτατα.