Ancient Greek
473.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 473.4
Unproofread scanNot analysed yet
1140. Ὅτι καὶ ὁ Κώφρης Ἰνδικὸς ἐστι ποταμός, ὃν Ἡρωδιανὸς μὲν καὶ αὐτὸν ἐν τῇ καθόλου βαρυτόνως ἐκφέρει καὶ μετὰ τοῦ σ, ὡς τὸ Χρῦσις, Ἀριστοτέλης δὲ ὡς φασιν ἐν πέμπτῳ περὶ Ἀλεξάνδρου τὸν Κωφηνά φησιν, ὡς τὸν σωλῆνα. Ὁ Γεωγράφος δὲ ὁμοίως τῷ Διονυσίῳ ἐκφέρει, λέγων «Χοάσπης εἰς τὸν Κώφρην ἐμβαλεῖν »καὶ πάλιν «μετὰ τὸν Κώφρην ὁ Ἰνδός, εἶτα ὁ Ὑδάσπης, εἶτα ὁ Ἀκεσίνης, καὶ ὕστατος ὁ Ὑπανις. »Τὸν δὲ Ὑδάσπην πλωτὸν νήεσσιν ὁ Διονύσιος λέγει.