Ancient Greek
478.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 478.1
Unproofread scanNot analysed yet
λόεσσαν διὰ τοῦ λάμβδα, κατὰ στοιχεῖων συγγένειαν. Οὕτω γὰρ καὶ τὸ νίτρον λέγρον, καὶ τὸν πνεύμονα πλεῦμονα φασιν οἱ Ἀττικοί. Τάχα δὲ καὶ αἱ ἀργίλι τὰ ὑπόγαια οἰκήματα ἐκ τῆς τοιαύτης παρονομαζόησαν 6 λέξεως, ὡς τῆς τοιαύτης γῆς μελιστὰ εὐθέτως ἑχούσης διὰ τὴν στεγανότητα πρὸς κατεργασίαν τοιαύτης οἰκήσεως. Τὴν δὲ μίλτον περιρράζων ἄνθος λέγει Ἀσσυρίας γῆς ἀντὶ τοῦ Σινοπικῆς. Ἄσσυρια γὰρ κατὰ τὸν Διονύσιον ἡ περὶ Σινώπην γῆ κατὰ Εὐξείνον, ὡς 10 προεῖρήται. Αὐτὸ δὲ τοῦτο Σινοπικὴ ἡ μίλτος λέγεται κατὰ τοὺς παλαιούς οὐ διὰ τὸ αὐτοῦ γίνεσθαι, ἀλλὰ διὰ τὸ ἐκεῖ πρὸς τῶν ἐμπόρων κατάγεσθαι. Διὰ τοῦτο δὲ τάχα καὶ σιναπίδιον παραφθείροντες οἱ τεχνῖται τὸ τοιοῦτον χρώμα φασιν. Τῇ δὲ Σινοπικῇ μίλτῳ 15 ἐναμίλλων εἶναι καὶ τὴν Ἰβηρικὴν λέγουσιν.