Ancient Greek
480.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 480.2
Unproofread scanNot analysed yet
19-26. Ἄλλοι δὲ πάλιν ταῖς ἡμείροις τὴν γῆν οὕτω διαχωρίζουσιν. Ἰσθμὸς ἄνω τετάνυσται ὑπέρτατος τῆς Ἀσιᾶδος γαίης, ἀναμεταξὺ τῆς Κασπίας θαλάσσης καὶ τοῦ Εὐξεινοῦ πελάγους· ἰσθμὸς δὲ λέγεται σκενὴ γῆ μεταξὺ δύο θαλασσῶν· ἐκεῖνον δὲ τὸν ἰσθμὸν τῆς Ἀσίας καὶ τῆς Εὐρώπης ὄρον εἴπον. Ἄλλος δὲ πάλιν ἰσθμὸς μακρὸς καὶ μέγας ἐπὶ τὸν νότον σύρεται ἐπὶ τοῦ Ἀραβικοῦ κόλπου καὶ μεταξὺ τῆς Αἰγύπτου, ὅστις δὴ ἀπὸ τῆς Ἀσιᾶτιδος γῆς τὴν Λιβύην χωρίζει. Τοιαῦτα μὲν οἱ ἄνθρωποι περὶ τῶν ὄρων τῆς γῆς διετάξαντο.