Ancient Greek
482.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 482.2
Unproofread scanNot analysed yet
130-139 Ἐξ ἐκείνου οὖν τοῦ Ἰστικοῦ κόλπου τῆς Παμφυλιας πάλιν ἐπὶ τὰ ἀριστερὰ μέρη συστραφεὶς βλέπε, ὃ ἀκροστά (πρὸς γὰρ ἐκεῖνον ὁ λόγος), καὶ τὸν τοῦ Αἰγαίου πελάγους πόρον ὅπου τὸ κύμα διαχωρισθὲν ταῖς δυσπερίμεναι νήσοις, αἳ τινες ἐκ τοῦ σποράδην ἐν τῇ πελάγει κεισθαι Σποράδες καλοῦνται, ποῖον εἶνα ἴχον ἀποτελεῖ. Οὐδαμὼς γὰρ ἑτερὸς τις πόντος τῆς θαλάσσης ὁμοια καὶ παραπλήσια κύματα τοῦ Αἰγαίου ἐκείνου πελάγους αἰεὶ εἰς ὕψος ἀνεγείρων καὶ πτυπὼν καὶ ἀναβράζων. Τὸν δὲ ὄρον, ὃ ἐστι τὸ πέρας καὶ τὸν ὁρισμὸν αὐτοῦ, τὸ Αἰγαῖον πελάγος ἔχει εἰς τὴν δεξιάν τεῖνθον, ἢ ἐστι τῆς Τενδου· ἔχον δὲ τῆς ἑτέρας πλευρᾶς τὴν Ἱμαδρον νήσον ὑπὸ τῆς Θράκης. Ὅπου στενὲς καὶ ἐπιμήκης αὐλὼν ἢ παροδὸς ἐκ τοῦ Αἰγαίου πελάγους πρὸς βορρᾶν συρρόμενος ὡς τῆς Προποντίδος ἄρχεται ἀπασσος· λέγει δὲ τὸν Ἑλλησπόντον. Ὑπὲρ δὲ τῆς Προποντίδος πρὸς τὰ νότια πολλὰ καὶ ἀπειρα τῆς Ἀσίας ἔθνη ἐπεκτείνεται, μέγιστος γὰρ τῆς Ἡπείρου, ὃ ἐστι τῆς γῆς, ἰσθμὸς ἐπέρχεται ἢ ἐκκείται.