Ancient Greek
486.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 486.2
Unproofread scanNot analysed yet
420-422. Διὰπροσθεν δὲ τοῦ Ἰσθμοῦ ὡς πρὸς ἀνατολὰς ἡ Ἀττικὴ γῆ ἐστίν, ὁ ἐστιν αἱ Ἀθῆναι· ἀνὰ μέσον δὲ τῶνδε κατέρχεται ὁ θεῖος ποταμὸς Ἰλισσός, ὅπου καὶ ὁ Βορρᾶς ποτὲ ὁ τῆς Θράκης βασιλεὺς ἥρπασε τὴν Ἀφροδίτην. Ἐπὶ ταύτῃ δὲ τῇ Ἀττικῇ ἡ τῶν Βοιωτῶν χώρα ἐστὶ καὶ τῶν Λοκρῶν τροπιασμένη γῆ. Μετὰ τοὺς Βοιωτοὺς δὲ καὶ τοὺς Λοκροὺς ἡ Θεσσαλία καὶ αἱ πόλεις τῆς Μακεδονίας εἰσίν. Ἐπὶ ταύταις δὲ πάλιν φαίνονται αἱ χαρφαὶ τοῦ χιονώδους Ἄλμου τοῦ Θρακικοῦ ὄρους.