Ancient Greek
487.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 487.4
Unproofread scanNot analysed yet
498-512. Πολλαὶ δὲ νῆσοι πρὸς τὰ βόρεια μέρη τοῦ Ἀμνισοῦ, ποταμοῦ τῆς Κρήτης, φαίνονται, τὰ τε Αἰγύλα, τὰ Κύθηρα καὶ ἣ τραχεῖα Καλαύρια. Ἐπὶ δὲ τὸ ἕτερον μέρος ἐξ ἀνατολῶν πρὸς δυσμὰς ἣ Κάρπαθος ἐστιν. Ἐγγὺς δὲ αὐτῆς ἣ τιμῖα Κρήτη, ἣ τροφὸς τοῦ μεγάλου Διός, νῆσος μεγάλη καὶ λιπαρὰ καὶ εὐτρόφος· ἐν ἣτινι ἣ Ἰδὴ ὄρος, Ἰδὴ ὄρει θελλουσα καλλιρύλλοις, ἤτοι ὀρήλαις καὶ καλλίσταις. Καὶ ταύτης τὸ μέγεθος περισσὸν καὶ ἐξαιρετον ἣ διάδηλον μέλλον καὶ φανερὸν. Ἐξ ἀνατολᾶς δὲ τῆς Αἰγυπτιακῆς παραλίας ἣ Ῥόδος ἐστιν, ὑπὸ Ἰηλυσίων ἀνδρῶν κατοικούμενη. Μετὰ ταύτην δὲ πρὸς τὴν ἀνατολὴν αἱ Χελιδόνiai νῆσοι ἔπονται τρεῖς οὖσαι, ἔνδοθεν τῆς μεγάλης ἑκρας τῶν Παταρῶν. Ἡ δὲ Κύπρος πρὸς τὰς ἀνατολὰς ἐν τῷ Παιμφυλίῳ κόλπῳ κείται, ἣ ἐπιθυμητὴ καὶ καλὴ χώρα τῆς Ἀφροδίτης, θυγατρὸς τῆς Διωνῆς. Ἐγγὺς δὲ τῆς Φοινίκης ἐν μεγάλῳ ἀλίῳ, τῷ Ἰστικῷ δηλονότι, ἣ Ἀραβὸς νῆσος κείται. Ἐμπροσθεν δὲ τοῦ Σουνίου, ἀκρωτηρίου τῆς Ἀττικῆς, ὑπεράνω τῆς Εὐβοίας τῆς ὑπὸ Ἀδέντων οἰκουμενῆς, φαίνονται ἣ Σαλαμὶς καὶ ἣ πόλις τῆς Αἰγίνης νῆσος.