Ancient Greek
489.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 489.3
Unproofread scanNot analysed yet
627-635. Ἄλλ’ οὐδαμῶς τοσοῦτον ὑπάρχει τὸ μέγεθος τῆς Ἀσίας γῆς, ὅσον τῆς Λιβύης καὶ Εὐρώπης, οὐδὲ κατὰ τὸ εἶδος ἅπαν ὁμοιον καὶ παραπλήσιον. Καὶ γὰρ ἐν ἑκαίναις ταῖς ἡπείροισι μία μεγίστη ἠμενουεῖ θάλασσα, ἐν δὲ τῇ Ἀσίᾳ πολύς ὠκεανός· τρεῖς γὰρ κόλπους μεγάλα κύματα ἔχοντας συστρέφον ἐρεύγεται ἢ ἀποτίκτει ἐξ ἑαυτοῦ ἑαυὸν βαλὼν εἰς τὴν ἡπειρον τῆς Ἀσίας, τὸν Περσικὸν καὶ τὸν Ἀράβιον καὶ τὸν Ὑρκάνιον τὸν καὶ Κάσπιον κόλπον τὸν βαθείας συστρεφὲς ἔχοντα, τοὺς δύο μέν, τουτέστι τὸν Περσικὸν καὶ Ἀράβιον, πρὸς νότον, τὸν Κάσπιον δὲ ἐς τὸν βορρᾶν ὁρῶντα καὶ ἐς τὸν Λίβα ἀνέμων, γείτονα τοῦ Εὐξεῖνου πόντου· ὅντινα κόλπον ἀπειρα καὶ ἀναρίθμητα ἔθνη περιοικεῖ.