Ancient Greek
489.5
TIMOTHEUS, timotheus_defluviis_ggm2 489.5
Unproofread scanNot analysed yet
652-662. Πλησίον μὲν οὖν τῆς Μαϊωτίδος λίμνης αὐτοὶ οἱ Μαϊωταὶ οἰκοῦσι, καὶ τὸ γένος τῶν πολεμικῶντατοῦ Ἄρεος, τὰ ἔθνη τῶν ἀγαυῶν Σαυρομάτιων· καὶ γὰρ ἐξ ἐκείνης τῆς συνουσίας τὴν γένεσιν ἔλαχον τῶν Ἄμαζόνων, ἣντινὰ ποτε ἐμίγησαν τοῖς Σαυρομάταις, πόρρω τῆς οἰκείας πατρίδος καὶ τοῦ Θερμώδοντος ποταμοῦ πλανηθεῖσαι, ὁπόταν καθ’ Ἑλλάδος ἐστρατοπέδευσαν, ἢ φεύγουσι τὸν Ἡρακλέα. Τούτου χάριν καὶ μεγαλόφυχοι παῖδες καὶ ἰσχυροὶ ἐξ αὐτῶν ἐγεννήθησαν, ἐπὶ τὴν ἀπειρον κατοικούντες καὶ ὀλιώδη γῆν, ἣτινες ἐπὶ μέσον ὁ Τανάϊς ποταμὸς συρόμενος εἰς τὴν μυχὸν ἢ τὸ μέσον τῆς Μαϊωτίδος λίμνης ἐκβάλλει, ὅστις καὶ τὴν Εὐρώπην ἀπὸ τῆς Ἀσίας διαχωρίζει, ἐπὶ τὴν δύσιν μὲν τὴν Εὐρώπην, ἐπὶ δὲ τὰς αὐγὰς, ἤτοι τὴν ἀνατολὴν, τὴν τῆς Ἀσίας ἡπειρον.