Ancient Greek
490.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 490.2
Unproofread scanNot analysed yet
706-717. Ἐπὶ τούτοις δὲ ἡ Κασπία κυμαίνεται θαλάσσα: ῥαδίως δὲ σοι καὶ ταύτην τὴν θάλασσαν καταγράψαιμι, οὐδαμῶς μὲν τῶν ἀποβὸν ἀπικισαμένων χωρῶν τὰς τοὺς ἰδών, οὐδὲ μετὰ νηὸς περάσας· οὐδὲ γὰρ ἐμοὶ τοιοῦτος βίος ὑπῆρξεν, οὐδὲ πατρὶς μοι ἐστιν ἐμπορία, οὐδὲ ἐπὶ τὸν Γάγγην πεπόρευμαι, ὅποία πολλοὶ διὰ τοῦ Ἑρυθραίου πόντου πλέουσι, ἵνα πολὺν πλοῦτον λάβωσι τῆς ψυχῆς αὐτῶν οὐ φροντίζοντες, ἀλλ’ οὐδὲ τοῖς Ὑρκανίοις ἐπιμέμυχομαι, οὐδὲ τοῦ Καυκάσου ὄρους τὰς κνημίδας, ὃ ἐστι τοὺς συμφυτοὺς καὶ δασεῖς τόπους, καὶ τῶν Ἑρυθραίων Ἀρηνῶν, οἵπερ εἰσὶν ἔθνος περὶ τὴν Ἑρυθρὰν θάλασσαν, πολυπραγμονῶ· ἀλλ’ αἱ Μοῦσαι με ἀγούσι καὶ φέρουσι, αἵτινες χωρὶς πλάνης καὶ κακοπαθείας τὴν πολλὴν θάλασσαν καὶ τὴν ἀπειρον γῆν καὶ τὰ ὄρη καὶ τὴν αἰθέρειαν ὀδὸν τῶν ἀστέρων μετρησασθαι δύνανται.