Ancient Greek
490.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 490.4
Unproofread scanNot analysed yet
726-728. Ἄπαντα δὲ σοι ἔθνη λέγω, ὅσα τὴν Ὑρκανίαν ἢ Κασπίαν θάλασσαν περιοικεῖ, ἀρξάμενος ἀπὸ τῆς δυτικῆς πλευρᾶς ἐκ τοῦ βορρᾶ. Πρῶτοι μὲν οἱ Σκύθαι ὑπάρχουσι, οἵποιοι κατὰ τὴν παραλίαν οἰκοῦσι τῆς Κρονίας θαλάσσης κατὰ τὸ στόμα τῆς Κασπίας θαλάσσης. Ἐφεξῆς δὲ Οὐννοι, ἐπ’ αὐτοῖς δὲ οἱ Κάσπιοι, ἐπὶ τούτοις δὲ πάλιν οἱ πολεμιώτατοι Ἀλδανοί, καὶ οἱ τὴν ὑπεράνω αὐτῶν τραχεῖαν γῆν κατοικοῦντες Καδοῦσοι, ἐπ’ αὐτοῖς δὲ οἱ Μάρδοι καὶ οἱ Ὑρκάνιοι καὶ οἱ Τάπυσοι. Ἐπ’ αὐτοῖς δὲ τὴν περιπολὴν αὐτοῦ συστρέφει ὁ τῆς Ὑρκανίας ποταμὸς Μάρδος, τῶν Δερχειδίων καὶ τῶν πλουσιωτάτων ὕδωρ Βάκτρων· δι’ ἀμφοτέρων γὰρ διερχόμενος, τῶν τε Δερχειδίων καὶ Βάκτρων, εἰς τὴν Κασπίαν θάλασσαν ἐκβάλλει. Ἄλλ’ οἱ μὲν Βάκτροι ὑπὸ τὴν εὐρυτέραν χώραν τῆς ἡπείρου, ὃ ἔστι τὴν μεσόγην, κατοικοῦσι, ὑπὸ τοῖς κνημίδι τοῦ Παρνασσοῦ· εἰς δὲ τὸ ἕτερον μέρος, τῆς Ὑρκανίας δηλονότι τὸ δεξιόν, ἐπὶ τοῖς Κασπίοις ὑδάσιν οἱ Δερχειδίοι.