Ancient Greek
492.1.31 to 492.1.43
TIMOTHEUS, timotheus_defluviis_ggm2 492.1.31-43
Unproofread scanNot analysed yet
918-922. Μέσῃ δὲ τῶν εἰρημένων δύο πόλεων, τοῦ τε Ποσειδίου καὶ Δάφνης, ὑπάρχει ἡ Ἀπαμέα πόλις. Πρὸς δὲ τὴν ἀνατολὴν τῆς Ἀπαμείας πολὺς ὁ ὕγρὸς Ὑρόντης κατασύρεται, τὴν τε Ἀντιόχου γῆν, ἤτοι τὴν Ἀντιόχειαν, μέσῃ διορίζων, ἡ παραρρέων μέλλειν καὶ οὐ διορίζων. Ἄπασα δὲ ἡ τῶν τριῶν Συρίων γῆ πλουσία τε καὶ εὐδοτος ὑπάρχει, καὶ πρὸς τὸ τρέφειν τὰ πρόβατα καὶ τὸν καρπὸν τοῖς δένδροσιν αὐξεν. 921-912. Ταύτης δὲ τῆς Συρίας, οὐ τῆς Ἀντιοχείας, ἐπὶ τὸ πρόσω τοῦ νότου ὁδεύων τὸν ἐνδότατον πόρον ἡ μυχὸν τοῦ Ἀραβίου κόλπου θεάση, ὅστις ἀναμεταξὺ τῆς Συρίας καὶ τῆς ἐπεράστου καὶ καλῆς Ἀραβίας συστρέφεται, ὀλίγον ἡ μικρὸν πρὸς ἀνατολὴν ἄχρι τῶν Ἑλανῶν. Ἐκεῖθεν δὲ ἀπὸ τῶν Ἑλανῶν πρὸς ἀνατολὰς ἡ τῶν εὐδαίμονας λεγομένων Ἀράβων γῆ ἐπικείται καταπολὸ ἀνερχομένη, διπλὴ θαλάσση κατεχομένη, τῇ τε Περσίδι καὶ τῇ Ἀραβία, ἤγουν τῷ τε Περσικῷ καὶ Ἀραβικῷ κόλπῳ. Ἐκάστη δὲ αὐτῶν ἀνέμων ἔλαχεν, ἡ μὲν Ἀραβία θάλασσα τὸν ζέφυρον, ἡ δὲ Περσὶς τὰς ὁδοὺς ἡ τὸ κλῖμα τοῦ εὐρου. Ἡ δὲ πέζα, ἤτοι τὸ τέλος καὶ ἡ βάσις αὐτῆς, νοτιωτέρα ἐπὶ τὴν ἀνατολὴν τετραμμένη ὑπὸ τῶν Ἐρυθραίων κυμάτων τοῦ ὠκεανοῦ κλύζεται, τουτέστιν ὑπὸ τῆς Ἐρυθρᾶς θαλάσσης. 923-923. Καὶ ταύτης δὲ τῆς Ἀραβίας τὴν θέσιν λέξω. Ἔχουσα γὰρ καὶ ὑπὲρ πασῶν πολὺ πλοῦτα καὶ λαμπρὰ κατοικοῦνται· ἔχων, ἔχουσι δὲ καὶ ἐξαίρετα