Ancient Greek
493.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 493.2
Unproofread scanNot analysed yet
πάλιν ἄλλο μέγα θαῦμα ὑπὲρ πᾶσαν γῆν ἡ τῶν Ἀράδων χώρα ἔλαχεν· ἀεὶ γὰρ εὐώδης καὶ ταυμάσια ἐπιθυμητὸν καὶ καλὸν καὶ ἡδὺ μυρίζει, ἡ θύου ἡ σμύρνης ἡ τοῦ εὐώδους καλάμου, ἡ καὶ τοῦ θείου καὶ θαυμαστοῦ καὶ ἐπαινουμένου, ὃ ἔστιν ἀκμάζοντος, λιβάνου, ἡ τῆς καστίης. Καὶ γὰρ ἀληθῶς κατὰ τὴν γῆν ἐκείνην αὐτὸν τὸν Διόνυσον ἀπὸ τοῦ καλῶς ἑρραμμένου αὐτοῦ μηροῦ ὁ Ζεὺς ἔλυσεν. Διὰ τοῦτο καὶ γεννησαντος ἡ γεννηθέντος αὐτοῦ εὐώδη ἅπαντα καὶ τεθυμιωμένα ἐγένοντο. Τότε δὲ καὶ τὰ πρόβατα τοῖς δασέσι μαλλοῖς ἐν τῇ βοσκῇ ἐβαρύνετο, αὐτόματοι δὲ τοῖς δάσει καὶ αἱ λίμναι κατέρεον, ἀπὸ δὲ τῶν ἐξέρον δοιχίτων νήσων, ἤγου τῶν περὶ Ταπροβάνην, αἱ ὄρνιθες παρεγένοντο ἀκεραῖαι καὶ ἀφάθωνων κιναμώμων τὰ φύλλα φέρουσαι. Καὶ οὕτως μὲν ὁ Διόνυσος νεβρίδας ἐπωμιάδας, τουτέστιν ἐλάφων μικρῶν δέρματα ἐπὶ τῶν ὤμων ἐτάνυσεν, τῷ δὲ ἐπιθυμητῷ κισσῷ τὰς καλάς ἐστεφές τρίχας, τοὺς δὲ πλεχτοὺς θύρσους ἄπερ εἰσὶ Διονυσιακὰ ὅπλα ὁ ἄκρος τῶν οἴνων μελῶν ὑπογελῶν ἀνέσεισεν, καὶ πολὺν πλοῦτον ἐπὶ τοῖς ἀνδράσιν ἔχευε. Τοῦτου γάριν ἀρτίως αἱ ἀρουραὶ ἐκεῖναι τῷ λιβάνῳ κοσμῶσι, τῷ δὲ χρυσῷ τὰ ὄρη· λέγεται γὰρ καὶ χρυσοῦ μέταλλα εἶναι ἐκεῖ· οἱ δὲ ποταμοὶ ἐτέρωθεν τοῖς θυμιάμασι καὶ τοῖς ἀρώμασι πληθύνουσιν, αὐτοὶ τε οἱ κατοικοῦντες λίαν εὐτραφῆ γῆν ἔχοντες τοῖς χρυσοῖς καὶ μαλακοῖς πέπλοις ἀγαλλονται.