Ancient Greek
493.8
TIMOTHEUS, timotheus_defluviis_ggm2 493.8
Unproofread scanNot analysed yet
983-991. Μετὰ τοῦτον δὲ τὸν Εὐφράτην εἰς ἀνατολὴν Τίγρης ὁ ταχύτατος πάντων τῶν ποταμῶν καὶ καλὰ ρέματα ἔχων φέρεται, ὃς καὶ ἀπὸ τοῦ Νιφάτου ὄρους γεννᾶται, ἴσον ροῦν καὶ ὁμαλὸν κατὰ τὸ τάχος ἔχων, τοσοῦτον ὅποθεν καὶ χωρὶς ὑπάρχων ἀπὸ τοῦ Εὐφράτου, ὅποιον ἐπὶ ἑπτὰ ἡμέρας ὁδοιπόρος ἰσχυρὸς καὶ γενναῖος καὶ ταχὺς δεδιέσειεν. Ὑπάρχει δὲ τις λίμνη κατὰ τὸ μέσον κυκλοτερὴς τοῖς ὕδασιν, ὄνομα Θωνίτις καλουμένη, ἐφ' ἧστινος τὸ ἐνδότατον δύναεν καὶ ὡς εἰς βάραθρον ἐμπεσὼν ὁ Τίγρης καταπολὸ ὑποκαλυπὼν σύρεται· πάλιν δὲ ὑπὸγειος ἐξ αὐτῆς ἀνατελίας ὀξύτερον ροῦν κάτω προτείνει, διὰ τὸ πρανεῖς, ἤτοι τὸ καταφερές, τῶν χωρίων· οὐδαμῶς ἄν ἐκεῖνον ἐπὶ πᾶσι τοῖς ποταμοῖς ταχύτερον κατοίσει.