Ancient Greek
494.1.24 to 494.1.37
TIMOTHEUS, timotheus_defluviis_ggm2 494.1.24-37
Unproofread scanNot analysed yet
Τριγῶς δὲ κατοικεῖται καὶ κεχωρισμένη, οἱ μὲν ἐπὶ τὰ ἀρχιῶς μέρη πρὸς τοῖς σκιεροῖς καὶ δασίοις ὄρεσιτῶν Μήδων καθήμενοι, οἱ δὲ μεσόγιοι, οἱ δὲ ἐπὶ τὰ νότια μέρη μέχρι τῆς Περσικῆς θαλάσσης. Πρῶτα δὲ ἔθνη εἰσὶν οἱ Σάβαιοι, μετὰ τούτους δὲ οἱ Πασσαργάδαι, πλησίον δὲ οἱ Γασσοὶ, καὶ ἄλλοι, οἵτινες ἐκατέρωθεν τὴν Περσίδα γῆν κατοικουσι. Καὶ ταύτην μὲν πολλοὶ ποταμοὶ ἄρδουσι καὶ περισώζει πταινοῦσιν, ἔνθα κάκεισε ταῖς σχολιαῖς προχύνεσιν ἐλαυνόμενοι· χωρὶς μέν ἐστιν ὁ μέγας Κόρος, χωρὶς δὲ ὁ Χόασπις, ὃς ἐστιν ἀπόρροια τοῦ Ἰνδοῦ ποταμοῦ, Ἰνδικὸν ὕδωρ ἔχων καὶ τὴν τῶν Σούσων γῆν παραρρέων. Ἐπὶ τούτου δὲ πλευραῖς καθάπερ κύλινδρον ἐπὶ τὴν γῆν κείμενον τὸν ὅδον τῇ ὀφει θεάσῃ ἀγάτην, ὃν ἀπὸ τῆς πέτρας τοῦ χειμερίου ποταμοῦ αἱ χαράδραι, οἷον τὰ ἀπὸ τῶν ὀμbrῶν τῆς γῆς σχίσματα, κάτω σῦρουσιν. Ἄει δὲ καὶ διαπαντὸς τῷ χλιαρῷ ἀνέμῳ οἱ καρποὶ χαίροντες πυκνοὶ καὶ συνεχεῖς καὶ ἐπαλλήλοι θάλλουσιν. 1080-1083. Διανοούμενος δὲ σκέπτου καὶ τὸν ὑπόλοιπον πόρον τῆς Ἀσίας ἐπὶ τὴν ἀνατολὴν· καὶ γὰρ ἕγγυς ἢ βάσις ἢ τὸ ἔσχατον πέρας τῆς ἡπείρου, ὃ ἐστι τῆς Ἀσίας, πληρούται. Καὶ περὶ μὲν τὸ Περσικὸν δεῖμα τοῦ ὠκεανοῦ, ἥγουν τὸν Περσικὸν κόλπον, ὑπὸ τῷ ἀνατέλλοντι ἡλίῳ οἱ Καρμανοὶ κατοικουσι πλησίον τῆς Περσίδος, διγῶς μεμερισμένην γῆν ἔχοντες, οἱ μὲν ὑπεράνωθεν τῆς θαλάσσης, οἱ δὲ ἔνδοθεν ἐν μεσογείᾳ. Καὶ ἡ μὲν βορεῖα Καρμανία ἔρημος, ἡ δὲ νοτία λιπαρά. 1088-1108. Πρὸς δὲ τὴν ἀνατολὴν τῶν Καρμανῶν ἢ τῶν Γεδρωσίων χώρα ἐκτείνεται, πλησίον τοῦ ὠκεανοῦ τοῦ μεγάλου κῆτην τρέφοντος. Ἐφ' οἷσιν ἐθνέσι πρὸς τὴν ἀνατολὴν παρὰ τὸν Ἰνδὸν ποταμὸν οἱ νότιοι Σκύθαι, οἱ καὶ Ἰνδοσκύθαι καλούμενοι, κατοικουσι, ὅστις