Ancient Greek
495.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 495.4
Unproofread scanNot analysed yet
1128-1140. Διανοούμενος δὲ σχῶπει, ὅπως ἂν σοι καὶ τὸ σχῆμα καὶ τοὺς ποταμοὺς ἐποιοι καὶ τὰ ὑψηλὰ ὄρη καὶ τὰ ἔθνη αὐτῆς. Καὶ αὐτὴ μὲν ἡ Ἰνδία ἐπὶ ταῖς τρισάσι πλευραῖς ἀπάσεια οὕτως λοχεῖς ἠρμόστω, ὁμοία τῷ εἴδει ῥόμβου· ἀλλὰ τὰ μὲν ἑσπέρια ὕδατα ὁ Ἰνδὸς ποταμὸς γείτων ὑπάρχων διαχωρίζει, καὶ τὸ κῦμα τῆς Ἐρυθρᾶς θαλάσσης τὸ νότιον, ὁ δὲ Γάγγης εἰς τὴν ἀνατολὴν, καὶ ὁ Καύκασος τὰ ἀρκτῶια τοῦ οὐρανοῦ μέρη. Καὶ ταύτην μὲν τὴν χώραν πολλοὶ καὶ πλούσια ἄνδρες κατοικοῦσιν, οὐχ ὁμώνυμοι οὐδ’ ὁμοῦ ἔντες, ἀλλ’ ἀμφοτέρωθεν κεχωρισμένοι. Οἱ μὲν Δαρδανέες ἐγγίσται τοῦ μεγίστου καὶ ἀπείρου Ἰνδοῦ ποταμοῦ, ὅθεν ὁ Ὑδάσπης ναυσίπορος ποταμὸς τὸν Ἀχεσίνην ποταμὸν ἀπὸ τῶν ὑψηλῶν σκοπέλων συρόμενον εἰσδέχεται. Ἐπὶ τούτοις δὲ καὶ ὁ Κώφης ποταμὸς ὁ καλὰ συστρέμματα ἔχων ἐπακολουθεῖ.